Arethas' epistle to Leo VI, where he condemns the emperor's fourth marriage
οὐδὲ γὰρ ὥσπερ τι τῶν τῆς ἀρχῆς παρασήμων ἤδη καὶ τρυφὴ καὶ ἁβρότης ἐξαίρετα βασιλεῖ· τοὐναντίον μὲν οὖν· εἰ μέλλει μὴ διακένῳ σεμνύνεσθαι τῷ ὀνόματι, πόνοις καὶ ἀγρυπνίαις προσδαπανήσεται καὶ φροντίσιν ἐφ’ ᾧ τὸ λυσιτελέστατον τῇ ἀρχῇ ἀνευρήσειν. εἰ δέ ποτε καὶ ὑπερόριον ἐξηνέχθη, δεδόσθω γὰρ ἀνθρώπῳ γε ὄντι, καὶ τὸ τῆς ζωῆς ἔντονον ὅποι παρείκοι καταλύοντι ὡς ἂν μὴ τῇ ἄγαν ἐντάσει ὥσπερ τῶν τόξων τὰ διηνεκῶς ἐντεινόμενα χωρῇ πρὸς τὸ ἄχρηστον, αὑτῷ μόνῳ περιϊστᾶν τὸ κακὸν τῷ τῆς αἰσχύνης λανθάνοντι, ἀλλ’ οὐ τῷ πάσι τὸ ἄτοπον ἐξορχήσασθαι, διπλῷ τῶν αἰτιαμάτων περιστοιχίζεσθαι, ᾧ τε αὐτὸς ἐπλημμέλησε και ᾧ τοὺς ἄλλους πρὸς ζῆλον ἠρέθισε· σωφρόνων δὲ οἶμαι τῶν τ’ ἀγαθῶν ἐκλέγεσθαι τὰ πλείω τε καὶ βαρύτερα, κὰν τοῖς κακοῖς τὰ μείονα καὶ κουφότερα. ἀλλ’ εἰ γάμον φήσει τις τοῦτο φημίσαντα καὶ καινίσαντα τοῦ αἴσχους ἀπαλλάξαι τε καὶ καθᾶραι, ἦν ἂν ἐγὼ φαίην τῷ ἔργῳ τὸ βούλημα σύνδρομον, εἰ καὶ τοῖς ὀνόμασι μετεστοιχειοῦτο τὰ πράγματα· νῦν δὲ δέδοικα μὴ καὶ κενοσπουδίας ἁλῶμεν· μέχρις γὰρ ἂν ᾖ τὰ πράγματα πάγια, μηδὲν συντελούντων εἰς ἀλλοίωσιν τῶν ὀνομάτων τῇ φύσει, μάταιον ἡ σπουδή·
Jenkins, R. J. H. – B. Laourdas (ed.), “Eight Letters of Arethas on the Fourth Marriage of Leo the Wise”, Ελληνικά 14 (1956), p. 307.
Arethas' stance towards his former pupil Niketas Paphlagon (who was accused of writing a libel against Leo VI and the Patriarch Eutymios).
πολλοὶ δὲ τῶν ἐκεῖσε παρόντων τῷ πατριάρχῃ [Ευθύμιο] ἐπετώθαζον ἐᾶσαι τῷ βασιλεῖ τὴν τῆς ἐκκλησίας ἐκδίκησιν ποιῆσαι, ἐξαιρέτως δὲ καὶ Παῦλος, ὁ τούτου [του Νικήτα Δαβίδ του Παφλαγόνος] θεῖος ὁ καὶ σακελλάριος, καὶ ὁ Ἀρέθας ἐκεῖνος, ὁ Καισαρείας πρόεδρος, ὃς καὶ μαθητὴν αὐτοῦ τοῦτον τυγχάνειν ἔλεγεν.
Karlin-Hayter, P. (ed.), "Vita Euthymii Patriarchae CP (BHG 651)", Byzantion 25-27 (1955-1957), p. 114.