|
|
|
|
|
Παραθέματα
|
|
Of Philaretos' life and property
Ἦν τις ἄνθρωπος ἐν χώρᾳ τῶν Παφλαγόνων τοὔνομα Φιλάρετος καὶ ὁ ἄνθρωπος ἦν εὐγενὴς τῶν ἀπὸ Πόντου καὶ Γαλατικῆς χώρας, υἱὸς ὑπάρχων Γεωργίου τοῦ Φερωνύμου. Ἦν δὲ πλούσιος σφόδρα. καὶ ἦν αὐτῷ κτήνη πολλά. βόες ἑξακόσιοι, ζεύγη βοῶν ἑκατόν, ἵπποι νομάδες ὀκτακόσιαι, ἵπποι καὶ ἡμίονοι τῆς προμοσέλας αὐτοῦ ὀγδοήκοντα, πρόβατα χιλιάδες δώδεκα, προάστια δὲ πολλῆς γῆς πεπληρωμένα τετταράκοντα ὀκτώ, μονώτατα πάντα, ὀρατὰ πάνυ καὶ πολλῆς τιμῆς ἄξια. κατέναντι γὰρ αυτῶν ἐκάστη πηγὴ ἦν βλύζουσα ἀπὸ κορυφῆς δυνάμενα ἀρδεῦσαι πάντα τὰ χρῄζοντα ἀρύεσθαι ἐξ αὐτῆς κατὰ περισσείαν. καὶ οἰκέται πολλοὶ ὑπῆρχον αὐτῷ, καὶ κτήματα πολλὰ σφόδρα.
Fourmy, M.-H. – Leroy, M., “La Vie de S. Philarète”, Byzantion 9 (1934), pp. 113-115.
The loss of his property
Εἶτα ἀδιαλήπτως τοῦ ἀνδρός διανέμοντος τοῖς πτωχοῖς τά τε κτήνη καὶ τὰ ἄλλα ὅσα ἂν ἐξεπόρει ... τέλος πάντων διά τε τῆς δόσεως, διά τε αἰχμαλωσίας τῶν Ἰσμαηλιτῶν, διά τε ἑτέρων πολλῶν προφάσεων διασπείρας ἤλασε τοῦτον εἰς ἄκραν πενίας ὥστε καταλειφθῆναι αὐτῷ ἓν ζεῦγος βοῶν καὶ ἕνα ἵππον καὶ ἕνα ὄνον καὶ μίαν βουθηλίαν μετὰ τοῦ μόσχου αὐτῆς, καὶ ἕνα δοῦλον καὶ μίαν παιδίσκην. τὰ προάστια αὐτοῦ πάντα ἁρπαγῆναι ὑπὸ τῶν γειτονευόντων δυναστῶν καὶ γεωργῶν. ὡς γὰρ εἶδον αὐτὸν πτωχεύοντα καὶ μὴ δυνάμενον αὐτὰ κατέχειν καὶ ἐργάζεσθαι τὴν ἑαυτοῦ γῆν, οἱ μὲν τυραννικῶς, οἱ δὲ παρακλητικῶς διεμερίσαντο τὴν γῆν αὐτοῦ, ἐάσαντες αὐτῷ τὸ χωρίον ἐν ᾧ κατένεμεν καὶ τὸν πατρῷον οἶκον αὐτοῦ.
Fourmy, M.-H. – Leroy, M., “La Vie de S. Philarète”, Byzantion 9 (1934), pp. 115-117.
In search of a bride for Emperor Constantine VI
Κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον, βασιλεύοντος τῆς φιλοχρίστου Εἰρήνης αὐγούστης σὺν ἄνακτι τῷ υἱῷ αὐτῆς Κωνσταντίνῳ, ἐζήτει ἡ βασίλισσα κόρην ἐπιλέξασθαι ἐν πάσῃ τῇ τῶν Ῥωμαίων χώρᾳ ἀπὸ ἀνατολῶν ἕως δυσμὰς πρὸς τὸ ζεῦξαι τὸν υἱὸν αὐτῆς τὸν βασιλέα ... Γυρευόντων δὲ αὐτῶν ἦλθον κατὰ τὸ μεσόγειον Παφλαγονίας εἰς τὸ χωρίον τοῦ ἐλεήμονος ἀνδρός. τὸ δὲ ὄνομα τοῦ χωρίου Ἄμνια, ὑπὸ τῆς πόλεως Γαγγρῶν τελοῦσα.
Fourmy, M.-H. – Leroy, M., “La Vie de S. Philarète”, Byzantion 9 (1934), p. 135.24-32.
The arrival of imperial delegates to Philateros' house
Τῆς δὲ τραπέζης εὐτρεπισθείσης ἐν τῷ μεγάλῳ τρικλίνῳ, εἰσελθόντες οἱ βασιλικοὶ καὶ θεασάμενοι τόν τε τρίκλινον πάνυ ὡραῖον, ὡσαύτως δὲ καὶ τὴν τράπεζαν ἐλεφαντίνην ἀρχαίαν περικεχρυσωμένην στρογγυλοειδῆ παμμεγέθη, ὡς καθέζεσθαι ἐν αὐτῇ ἄνδρας τριάκοντα ἕξ, θεασάμενοι δὲ καὶ ἐπικείμενα βρώματα ἐν αὐτῇ καθάπερ τινὸς βασιλέως...
Fourmy, M.-H. – Leroy, M., “La Vie de S. Philarète”, Byzantion 9 (1934), p. 137.27-33.
Apolytikion
Θείας πίστεως περιουσία διεσκόρπισας τοῖς δεομένοις, τὸν προσιόντα σοι πλοῦτον Φιλάρετε. Kαὶ εὐσπλαγχνία κοσμήσας τὸν βίον σου, τὸν χορηγὸν τοῦ ἐλέους ἐδόξασας. Ὃν ἱκέτευε δοθῆναι τοῖς εὐφημοῦσι σε ῥανίδα οἰκτιρμῶν καὶ θεῖον ἔλεος.
|
|
|
|
|
|