Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Bessarion Cardinal

Συγγραφή : Makripoulias Christos (22/2/2007)
Μετάφραση : Koutras Nikolaos

Για παραπομπή: Makripoulias Christos, "Bessarion Cardinal",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=10636>

Βησσαρίων Καρδινάλιος (7/3/2007 v.1) Bessarion Cardinal (7/3/2007 v.1) 

Παραθέματα

 

Laonikos Chalkokondyles, De rebus Turcicis, in Bekker, I. (ed.), Laonici Chalcocondylae De rebus Turcicis (Bonn 1834), 293.3 - 294.12:

ἐντεῦθεν ἐπιλεξάμενος ὁ τῶν Ῥωμαίων ἀρχιερεὺς ἄνδρε δύο τῶν Ἑλλήνων εὐδοκιμωτάτω ᾠκειώσατο οἱ, ἀνακτώμενος τὰ μάλιστα ἀξίως τε τῆς παρ' ἑαυτῷ τιμῆς τῆς μεγίστης, καρδινάλεις τε ἀπέδειξεν, οἵα τῆς θρησκείας ἡγεμόνε. τούτους γὰρ δὴ ἒς τὴν παρ' ἑαυτῷ ἐγγυτάτῳ χώραν ἱδρυμένους, ἀμφὶ τοὺς τριάκοντα, ἑταίρους τε αὐτῷ ἐπάγεται καὶ συμβούλους, παρεχόμενός τε πρόσοδον ἱκανὴν καὶ χώραν ἀφ' ἧς ἂν αὐτοῖς προσίοι χρήματα, τῷ μὲν πλέῳ τῷ δ' ἐλάττῳ, ἀξιῶν ὡς ἔχει τε ἑκάστῳ καὶ χώρας. ἒς τούτους δὴ ἀπολεξάμενος ἄνδρας δύο τῶν Ἑλλήνων, Βησσαρίωνα τὸν ἀπὸ Τραπεζοῦντος, Νικαίας ἀρχιερέα, καὶ Ἰσίδωρον τὸν Σαρματίας ἀρχιερέα, ὑπουργῷ τε ἔσχεν αὐτῷ καὶ συνεργῷ ἒς τὴν πρὸς τοὺς Ἕλληνας διάλυσιν τῆς διαφορᾶς. περὶ μὲν οὖν Βησσαρίωνος τοσόνδε ἐπιστάμενος μνήμην ποιήσομαι, ὡς ξυνέσει τε τῇ ἀπὸ φύσεως, πολλῶν δὴ τῶν ἒς τοῦτο εὐδοκιμούντων Ἑλλήνων, μακρῷ γενόμενος, καὶ κρίνειν τε ἐφ' ὅ τι ἂν γένοιτο κράτιστος δοκῶν γενέσθαι, τὰ δὲ ἒς σοφίαν τὴν Ἑλλήνων τε καὶ Ῥωμαίων οὐδενὸς δεύτερος. τοῦτον δὴ ἀγασθέντα τὸν Ῥώμης ἀρχιερέα Νικόλεῳ τὸν μετὰ ταῦτα ἐπιτρέψαι τῆς Βονωνίας πόλιν εὐδαίμονα ἐπιτροπεύειν αὐτῷ· ἐν ταύτῃ τε, τῆς πόλεως ἐν στάσει ὡς τὰ πολλὰ γενομένης καὶ τῶν στασιωτὼν ἐπὶ διαφορὰν σφίσιν ἀφικνουμένων, δαιμόνιον τίνα τῶν ἐν τῇ πόλει ταύτῃ ἐπιφανῆναι. ἐστὶ δ' ἡ πόλις αὔτη ἐν ταῖς κατὰ τὴν Ἰταλίαν πόλεσιν εὐδαίμων τε καὶ πλούτῳ καὶ τῆς ἄλλης εὐδαιμονίας οὐ πολλῷ τῶν πρώτων λειπομένη πόλεων, κεκόσμηται δὲ καὶ εἰς τὴν τῶν λόγων ἄσκησιν, ἒς τὰ πρῶτα ἀνήκουσα Ἰταλίας. τὸν δὲ Ἰσίδωρον ἐλλόγιμόν τε ὄντα καὶ φιλόπατριν, ἁλόντα τε ὕστερον ἐν Βυζαντίῳ ὑπὸ βαρβάρων, ἐπαμύνοντα τῇ πατρίδι. τούτῳ δὲ ὡς ἀξιώσει τε παρὰ τοῖς Ἕλλησι δοκοῦντε προέχειν καὶ συμπράξειν αὐτῷ τὰ πρὸς τοὺς Ἕλληνας, ἐπιλεξάμενος ὁ τότε Εὐγένιος ἀρχιερεὺς ξυνέβη ἒς ταυτὸ τοῖς Ἕλλησι·

Laonikos Chalkokondyles, De rebus Turcicis, in Bekker, I. (ed.), Laonici Chalcocondylae De rebus Turcicis (Bonn 1834), 430.1-5:

μετὰ δὲ ἐδόκει τοὺς Γερμανοὺς τοῖς Παίοσι διαλλάξαι, καὶ ἐπιπέμποντες ἄνδρα τῶν παρὰ σφίσιν ἐλλογίμων τὰ πρῶτα φερόμενον, Βησσαρίωνα καρδινάλιον τὸν ἀπὸ Τραπεζοῦντος, ἐπρεσβεύοντο παρ' ἀμφοτέρους, ὥστε διαλλάξαι τούτους ἀλλήλοις καὶ τάς διαφορὰς καταλύειν.

Laonikos Chalkokondyles, De rebus Turcicis, in Bekker, I. (ed.), Laonici Chalcocondylae De rebus Turcicis (Bonn 1834), 431.11-19:

Καὶ Εὐσεβίῳ μὲν τῷ ἀρχιερεῖ ἒς τόδε ἐτελεύτα ἡ παρασκευή· μετὰ δὲ Πίος ὁ ἀρχιερεὺς ὡς ἐπὶ τὴν ἡγεμονίαν ἀφίκετο, τὴν ἐν Μαντύη δίαιταν ἐποιήσατο ἅτε δὴ κατάστασίν τε καὶ σύλλογον περὶ τῶν καθηκόντων αὐτῷ πραγμάτων ἒς τὸν ἐπὶ βασιλέα Μεχμέτη πόλεμον. Βησσαρίων μὲν δὴ ἐπὶ Παίονας ἀφικόμενος καὶ ἒς Γερμανοὺς τά τε ἄλλα διελέχθη, καὶ τὴν πρὸς ἀλλήλους διαφορὰν καταλύειν πειρώμενος, οὐχ οἷός τε ἐγένετο ἒς ταυτὸ ἄμφω ξυναγαγὼν διαλλάξαι. ἀλλὰ ἄπρακτος μὲν ἀπεχώρει…

Doukas, Historia, στο Bekker, I. (ed.), Ducae Michaelis nepotis Historia Byzantina (Bonn 1834), 213.11-22:

ἀπάραντες οὖν ἐκ Βενετίας διὰ ξηρᾶς ἔλθασιν ἐν Φεραρίᾳ. κἀκεῖ ἀρξάμενοι τὰ τῆς συνόδου, κατέλαβε θανατηφόρος ἐν Φεραρίᾳ νόσος· κακεῖθεν ἀπάραντες ἦλθον ἐν Φλωρεντίᾳ. ἐν δὲ τῇ Φλωρεντίᾳ ἐπληρώθη ἡ σύνοδος. ἦν δὲ ἔξαρχος τοῦ μέρους τῶν Γραικὼν ἀπὸ τῶν ἀρχιερέων ὁ Ἐφέσου Μᾶρκος, ἀπὸ δὲ τοῦ μέρους τῶν Ἰταλῶν ὁ καδδηνάλιος τοῦ τιμίου σταυροῦ Ἰουλιανός, μέγας ἐν τῇ ἔξω σοφίᾳ καὶ ἐν τοῖς δόγμασι τῆς τῶν Χριστιανῶν πίστεως. ὁ Ἐφέσου Μᾶρκος ἐν Ἑλληνικοῖς μαθήμασιν καὶ ὁρίοις τῶν ἁγίων συνόδων κανὼν καὶ στάθμη ἀπαρέκβατος. ὁ Βησσαρίων Νικαίας καὶ ὁ Ῥωσίας Ἰσίδωρος. οὗτοι δὲ ἦσαν οἱ λογιώτεροι τῶν ἀρχιερέων…

Bessarion, Epistulae, in Mohler, L. (ed.), Kardinal Bessarion als Theologe, Humanist und Staatsmann 3: Aus Bessarions Gelehrtenkreis (Paderborn 1942), 479.10-30:

ἐμοὶ δ' ἔτι τῶν τε θύραθεν τῶν τε καθ' ἡμᾶς διδασκάλων ἐλλείπει οὐκ ὀλίγα συγγράμματα. ἱσταμένης μὲν οὖν τῆς κοινῆς Ἑλλήνων καὶ μόνης ἑστίας οὐκ ἐφρόντιζον, πάντα εἰδὼς ἐκεῖ ἀποκείμενα. πεσούσης δέ, φεῦ, μεγάλη τις ἐγένετο ἐπιθυμία τῆς πάντων αὐτῶν κτήσεως, οὐκ ἐμοῦ γε ἕνεκα, ὅς γε τῆς ἰδίας ἕνεκα ὠφελείας ἀρκοῦντα κέκτημαι, ἀλλ' ὣς ἄν, εἰ πού νῦν τέ τινες λειφθεῖεν Ἕλληνες, εἰ τέ τι εἰς ἔπειτα βέλτιον πράξαιεν –πολλὰ δ' ἐν τῷ μακρῷ χρόνῳ γένοιτ' ἂν –, ἔχοιεν ὅπῃ τὴν αὐτῶν φωνὴν ἅπασαν, τήν γε νῦν οὖσαν, ἕν τινι ὅμου ἀποκειμένην ἀσφαλεῖ τόπῳ εὕροιεν καὶ εὑρόντες πολλαπλασιάσαιεν καὶ μὴ πρὸς οἷς πολλοῖς τε καὶ καλοῖς τῶν θείων ἐκείνων ἀνδρῶν πάλαι ἀπολωλέκαμεν ὑπομνήμασι καὶ τὰ ὀλίγα ταῦτα νῦν ἀπολέσαντες ἄφωνοι τὸ πάμπαν μένοιεν καὶ βαρβάρων τε καὶ ἀνδραπόδων οὐδὲν διαφέροιεν. τὴν τούτων τοίνυν πέμπω σοι καταγραφήν. πέμπω δὲ τὴν αὐτὴν καὶ τῷ Ἀθηνῶν Θεοφάνει. δέομαι δέ σου, ἵνα ἐμήν τε χάριν τοῦ τε ὃν ἔχω σκοποῦ, οὗ καί σοι μέλειν εἰκός, πᾶσαν ποιήσῃ πρόνοιαν εὑρεῖν τε καὶ ὠνήσασθαι πάντα. ἔκ τε γὰρ Ἀνδριανουπόλεως ἔκ τε Ἀθηνῶν, Θεσσαλονίκης τε καὶ Αἴνου καὶ τῶν ἄλλων χωρῶν τε καὶ πόλεων τῶν παρακειμένων ὑμῖν αὐτῆς τε τῆς πάλαι ποτὲ ἡμετέρας πόλεως, ἧς καὶ κτήματα ἦσαν, ἔτι τε Καλλιουπόλεως πάντα ἀναζητήσας εὑρήσεις. ὅθεν δὲ ἕξεις τὰ πρὸς τοῦτο ἀναγκαία ἀναλώματα Ἱερώνυμος ὁ Βαλαρέζος φροντιεῖ. ὅπως δὲ εἴ τι τούτων ὁ Ἀθηνῶν ὠνήσεται, μὴ τὰ αὐτὰ καὶ αὐτός, ἀλλ' ἄλλα ὠνήσῃ. ἀρκεῖ γὰρ ἡμῖν ἓν ἐξ ἑκάστου.

George Sphrantzes, Chronikon, in Maisano, R. (ed.), Georgii Sphrantzae Chronicon (Corpus Fontium Historiae Byzantinae 29, Roma 1990), 176.1-4:

Αὐτὰ δὲ ὀλίγον καιρὸν διαβιβάσαντα εἰς τὸν Ἀγκῶνα, πέμψας ὁ πάπας ἐπιμελεία καὶ σπουδὴ καὶ βοηθεία τοῦ αἰδεσιμωτάτου καρδιναλίου καὶ πατριάρχου Κωνσταντινουπόλεως Βησσαρίωνος, ἀπῆλθον εἰς τὴν Ῥώμην.

George Sphrantzes, Chronikon, in Maisano, R. (ed.), Georgii Sphrantzae Chronicon (Corpus Fontium Historiae Byzantinae 29, Roma 1990), 190.12-19:

Περὶ δὲ τὸ φθινόπωρον τοῦ πα-ου ἔτους, ἐπαναστρέφοντος ἀπὸ τὸν ῥήγα τῆς Φράντζας καὶ τὸν δοῦκα τῆς Μπεργώνιας, ὁ καρδινάλις κυρ Βησσαρίων (ἀπεστάλη γὰρ ἀπὸ τὴν ἐκκλησίαν πρὸς τὸ εἰρηνεῦσαι αὐτούς) καθ' ὁδὸν τῇ ιε νοεμβρίου ἀπέθανε. καὶ φέροντες αὐτὸν εἰς τὴν Ῥώμην μετὰ τιμῆς ὅτι πλείστης ἔθαψαν αὐτὸν εἰς τὸν ναὸν τῶν Ἁγίων Ἀποστόλων, ἔνθα δὴ καὶ προκατέμενε καὶ τὸν τάφον αὐτοῦ προητοίμασε πλησίον τοῦ τάφου τῆς ἁγίας ὀσιομάρτυρος Εὐγενίας.

Gregory of Trebizond, Epistulae, in Migne, J.-P. (ed.), Patrologia Graeca 161 (Paris 1906), 740, col. B-D:

Βουλὴν τοίνυν λελόγισται θαυμασίαν καὶ πολλῶν ἐπαίνων ἀξίαν, βιβλιοθήκην ποιῆσαι βιβλίοις παντοίοις ξυμβεβλημένην Ἑλληνικοῖς? ὁ δὴ καὶ ἐξήνυσε τύχῃ ἀγαθῇ, ἐν τῇ τῶν πόλεων λαμπροτάτη τῆς Ἰταλίας ἐξαρτύσας αὐτήν, παρ' ἣν μᾶλλον θαυμάζουσιν Ἕλληνες μεθόριον οἷον οὖσαν Ἰταλίας καὶ Ἀσιάτιδος, μυρίους ὑποστὰς πόνους καὶ δαπάνην οὐδ' ἐστὶν εἰπεῖν ὁπόσην χρημάτων. Καὶ νῦν ἔξεστι τοῖς αἱρουμένοις καὶ δυναμένοις ἐντυγχάνειν αὐτοῖς τῆς ἐκεῖθεν ὠφελείας ἐπαπολαύειν, καὶ μετὰ ῥᾳστώνης τρυφᾶν καὶ ἀνειμένως τὸν βίον διεξιέναι, τῆς ἀκηράτου θοίνης ἐκείνης ἐπαπολαύουσιν. ἄσυλον θησαυρὸν ὄντα, κειμήλια ἱερά, παράδεισον λογικὸν ἄνθεσι κομῶντα παντοίας σοφίας, τρυφὴν χαρίτων, πηγὴν λαμυράν, φῶς ἐπέραστον, τήν τε κεκτημένην τὸν τοιοῦτον θησαυρὸν πόλιν κοσμοῦντα τῷ ὄντι καὶ πρὸ αὐτῆς τὸν αἴτιον τοῦ τοσούτου καὶ τοιούτου καλοῦ. Καὶ τώρα ἐφ' ᾧ τὸν ἄνδρα ἔγωγε μέγιστα ἐν θαύματι ποιεῖσθαι οὐδέποτε παύσομαι, καὶ χαρίτας αὐτῷ διαρρήδην ὁμολογεῖν τοσούτου καὶ τοιούτου καλοῦ γεγονότι προξένῳ. ὧν γένοιτο πότε καὶ παιδαγωγοὶ ἄξιοι, σοφίας ἑαλωκότες ἱμέρῳ, ἧς γε οὐθ' ἧκεν οὐθ' ἥξει ποτὲ θεόθεν ἐς ἀνθρώπους θειότερον χρῆμα.

Michael Apostoles, Oratio funebris, in Migne, J.-P. (ed.), Patrologia Graeca 161 (Paris 1906), cxxxii-cxxxiv:

Τούτῳ μὲν δὴ πατρὶς ἐτύγχανε οὖσα ἡ μετὰ τὴν βασιλίδα βασιλὶς τῶν πόλεων Τραπεζοῦς, πόλις ἀρχαιοτάτη καὶ Ἑλληνὶς […]. Πατέρες δέ, οὐ τῶν εὖ γεγονότων καὶ περιφανῶν τὰ ἒς τύχην, ἀλλ' ἑαυτοῖς τὸν βίον ποιουμένων χειρωναξία […] Παραγγείλαντα δὲ εἰς παίδων καὶ κόμμα φαινόμενον ἀγαθὸν προσελάβετο μὲν παρὰ τῶν πατέρων αὐτὸν ὁ τῶν ἱεροφαντῶν μέγιστος Τραπεζοῦντος Δοσίθεος πάνυ τοι πολλαῖς λιταῖς καὶ δεήσεσι λόγοις τε αὐτὸν ἐκπαιδεύειν καὶ ἅμα θέσθαι υἱὸν τοῦ κατὰ φύσιν ἐπικυδέστερον. ἐπεὶ δ' αὐτῷ κατὰ νοῦν ἐπήει παλινδρομήσειν ἐς τὸ Βυζάντιον, ξυνεπηγάγετο καὶ τὸν παῖδα τῆς ἀρετῆς τὸ κάλλος ἐπιφερόμενον, μετ' οὐ πολὺ δ' ἄγων ἐνεχείρισε διδασκάλῳ, τὸν μὲν βίον ἀδιαβλήτῳ, τὸν δὲ τρόπον ἀνεπιλήπτῳ, τὴν δ' ἐμπειρίαν δεξιωτάτῳ, εὖ μάλα εἰδώς, ὅτι τὰ μὲν ἄλλα τῶν ἐν ἀνθρώποις καλῶν φύσει τέ ἐστιν ἀβέβαια καὶ ὀλιγοχρόνια, παιδεία δὲ μόνη τῶν ἐν ἡμῖν ἀθάνατόν τε καὶ ἀναφαίρετον. Οὐ δ' οὖν ἐπόθει μάλα τυχῶν, θᾶττον ἣ πᾶσί γε κατ' ἐλπίδα, μελέτη τε καὶ γνώσει καὶ εὐφυΐα συναγήοχε μὲν τὴν πρώτην τέχνην καὶ ἀναγκαίαν ταῖς μετ' αὐτήν, συναγήοχε δὲ ποιητικὴν […]. Ῥητορικὴν δέ γε τὴν πυρὸς μένος πνέουσαν, εἰ καὶ ἱλαρὸς αὐτὸς καὶ ἠθικὸς ἐτύγχανεν ὧν, πολὺ τῶν ἄλλων διέφερεν ἕν τε βουλαῖς ἕν τε δίκαις κἀν ἐπιδείξεσιν. Ἐπεὶ δ' αὐτῷ ταῦτα εἶχε καλῶς καὶ ᾗπερ ἐβούλετο, λογικῆς τε ἤδη καὶ ἠθικῆς ἐπεθύμησε καὶ τοὺς περὶ φύσεως μετιέναι λόγους καὶ ἰδεῶν, καὶ τῆς ἐφέσεως ἐπηυμοίρησεν οὐ πάνυ τοι πολλῷ καὶ διὰ μακροῦ. Ἔτι τε αὖ καὶ τῶν μαθηματικῶν τεχνῶν καὶ ἐπιστημῶν ἐν οὐ πολλῷ τίνι χρόνῳ, Πλήθωνα ἔχων καθηγεμόνα, τὰ κάλλιστα ξυναγήοχε. Τὰ δ' ἄλλα, ὡς περιττὰ τοῖς εὐσεβοῦσι καὶ ἄχρηστα, τοῖς βουλομένοις παρῆκεν ἐπιζητείν. Οὕτω δὴ οὖν περὶ ταῦτα ἔχοντος τοῦ ἀνδρὸς καὶ δίχα μερίζοντος ἑαυτὸν τῇ μὲν πρὸς λόγους, ὧν ἄνευ τυφλὸς ὁ βίος, τῇ δὲ πρὸς ἄσκησιν πολιτείας θεοπρεποῦς, ᾖκεν ἐκεῖνος ἐκεῖνος φθάσας ὁ χρόνος, ὁ τοιν γενοὶν ἐκατέροιν ἐπέραστος, ὃς τὰ διερρωγότα γένῃ συνῆψε καὶ τὴν παλαιὰν ἔχθραν ἐκείνην διέλυσεν. Ἐπηγάγετο δὲ τὴν εἰρήνην καὶ τὴν ὁμόνοιαν, τῶν ἐν βίῳ τὰ κάλλιστά γε καὶ ξυμφορώτατα. [..] Τότε δὴ οὖν εἰς ἄνδρα παραγγείλαντα τὸν γενναῖον, ἀρχιερέα γενέσθαι τῆς πολυμνήτου Νικαίας, καὶ παρεκάλεσαν καὶ ἠνάγκασαν. Τὶ τὸ ἐντεῦθεν ἀπῆρκεν ἒς Ἰταλίαν συνάμα τῷ γαληνοτάτω ἡμῶν βασιλεῖ καὶ τῷ τότε τάς ἠνίας τῆς Ἐκκλησίας ἰθύνοντι, καὶ ξυμπάση τῇ γερουσίᾳ τῆς ἀνατολικῆς Ἐκκλησίας; Οἱ δὲ φθασάντων ἠβούλοντο παρ' ἐκατέροιν ἑκάτεροι τοιν γενοίν, τοὺς ἀρίστους ἑαυτῶν ξυνηγόρους ἑλόμενοι καὶ τοῦτον ἕνα τούτων προείλοντο. [..] Ὢ πόσοι σὲ τότε διὰ θαύματος ἦγον! πόσοι διὰ σὲ τὸ γένος ἐμακάρισαν τὸ ἡμέτερον! πόσοι τὸν εὐτεκνότατόν σου πατέρα καὶ εὐδαιμόνισαν καὶ ἐπῄνεσαν! πόσοι Δοσιθέω τῷ θειοτάτω τῆς περὶ σὲ κηδεμονίας ἕνεκεν ἠξύαντο τὰ βελτίω! διὰ τοι ταῦτα καὶ ἔτι πλείω γε τούτων καὶ τῷ του καρδηνάλεος σὲ Ῥωμαῖοι τετιμήκεσαν ἀξιώματι, καὶ ἔτι γε τῷ του πατριάρχου τῆς μικρῷ πρόσθεν, οἴμοι! βασιλευούσης τῶν πόλεων. Πρὸς δὲ γ' ἐπὶ τούτοις καὶ ἄξιος ἐκρίθης τῆς ἄκρας καὶ θείας τῶν ‘Ῥωμαίων ἱεραρχίας, καὶ μέντοι καὶ γένοιο ἄν, εἰ μὴ τοῦ γένους ἡμῶν ἡ κακοπραγία ἐκώλυσε? μᾶλλον δ' ὅ του Θεοῦ πανδερκέστατος ὀφθαλμὸς ἄλλα ταμιευόμενος, ὧν γνῶσις ἀνθρώπων αἰσθέσθαι οὐ δύναται. Τοιοῦτον δὲ ὄντα καὶ τηλικοῦτον ἐκ τοῦδε τοῦ φθαρτοῦ βίου καὶ ἐπίκηρον ἒς ἀκήρατον καὶ ἄφθαρτον μετέστησεν ὁ Θεὸς τῇ φύσει παραχωρήσαντα, ὡς οὐκ ἀξίων ὄντων ἡμῶν, τοσούτου κάλλους ἀπολαύειν μέχρι πολλοῦ.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>