Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Nikephoros Melissenos

Συγγραφή : Nikolia Dimitra (17/10/2003)
Μετάφραση : Chrysanthopoulos Dimitrios

Για παραπομπή: Nikolia Dimitra, "Nikephoros Melissenos",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=12566>

Νικηφόρος Μελισσηνός (7/7/2009 v.1) Nikephoros Melissenos (7/7/2009 v.1) 

Παραθέματα

 

The historian Nikephoros Bryennios refers to the marriage of Nikephoros Melissenos to Eudokia Komnene:

Ἀλλ’ αἱ μὲν δύο τῶν θυγατέρων ἔτι τοῦ πατρὸς περιόντος ἀνδράσιν ἡρμόσθησαν τῶν εὖ γεγονότων καὶ πλούτῳ κομώντων, ἡ μὲν πρεσβυτέρα Μαρία τῷ Ταρωνίτῃ Μιχαήλ, ἡ δὲ μετ’ ἐκείνην Εὐδοκία τῷ Μελισσηνῷ Νικηφόρῳ, ἀνδρὶ νουνεχεῖ τε καὶ θαυμασίῳ, ὃς πατρόθεν ἐς Βουρτζίους τὸ γένος ἀνέφερε.

Νικηφόρος Βρυέννιος, Ύλη Ιστορίας, Gautier, P. (ed.), Nicéphore Bryennios, Histoire (Corpus Fontium Historiae Byzantinae 9, Bruxelles 1975), p. 85.17-22.

The capture of Nikephoros Melissenos by the Seljuks, as being described in Bryennios' work:

Μανουήλ, ὡς εἴρηται, ὁ κουροπαλάτης στρατηγὸς αὐτοκράτωρ τῶν ἑῴων ταγμάτων πρὸς τοῦ Διογένους ἀποδειχθείς, περὶ τὴν Χαλτικὴν διατρίβων ἐφυλάττετο τὰς τῶν Τούρκων ἐπιδρομάς. Ἐπεὶ δ’ ἀπηγγέλη αὐτῷ παρὰ τῶν σκοπῶν ὡς πλῆθος Τούρκων στρατηγὸν ἔχοντες τὸν Χρυσόσκουλον, ὃς ἐκ σουλτάνων σειρᾶς ὥρμητο, τῆς δ’ ἐξουσίας ἀντεποιεῖτο Περσῶν αὐτῷ προσηκούσης, ἐπίασι τὰς τοῦ Ἀρμενιακοῦ κωμοπόλεις πορθήσοντες, τὰς δυνάμεις ἀναλαβὼν ἐχώρει κατὰ τῶν Τούρκων καὶ διεσκεδασμένοις αὐτοῖς ἐντυχὼν ὡς εἰς προνομὴν ἐξιοῦσι ῥᾳδίως τούτους ἐτρέψατο. Ἔγγιστα δὲ τοῦ στρατοπέδου τῶν Τούρκων ἐν τῷ διώκειν γενόμενος καὶ λόχοις αὐτομάτοις περιπεσὼν καὶ ἐπιπολὺ ἀντισχὼν καὶ γενναίως ἀγωνισάμενος, ἐπεὶ μὴ οἷός τε ἦν καρτερεῖν ἔτι, τῆς ῾Ρωμαίων φάλαγγος εἰς φυγὴν τραπείσης καὶ διασκεδασθείσης, ὥρμησε καὶ αὐτὸς εἰς φυγήν, κυκλωθεὶς δ’ ὑπὸ τῶν Τούρκων ἁλίσκεται ἅμα τοῖς δυσὶν αὐτοῦ γαμβροῖς τῷ τε Μελισσηνῷ καὶ Ταρωνίτῃ.

Νικηφόρος Βρυέννιος, Ύλη Ιστορίας, Gautier, P. (ed.), Nicéphore Bryennios, Histoire (Corpus Fontium Historiae Byzantinae 9, Bruxelles 1975), p. 101.1-15.

Nikephoros Melissenos remains loyal to the emperor Michael VII (1078):

Πάντων δ’ αὐτῷ προσκεχωρηκότων, ὁ Μελισσηνὸς Νικηφόρος, ἐς Βουρτζίους τε καὶ Μελισσηνοὺς ἀνέλκων τὸ γένος, τῷ κρατοῦντι τηνικαῦτα ῾Ρωμαίων πίστιν τηρῶν, πολέμιον ἑαυτῷ τὸν Βοτανειάτην ἀπέδειξε.

Νικηφόρος Βρυέννιος, Ύλη Ιστορίας, Gautier, P. (ed.), Nicéphore Bryennios, Histoire (Corpus Fontium Historiae Byzantinae 9, Bruxelles 1975), p. 239.7-10.

Bryennios describes the commencement of Nikephoros Melissenos' rebellion (1080):

Ἐν ὅσῳ δὲ ταῦτα ἐπράττετο, ὁ Μελισσηνὸς Νικηφόρος, ἀνὴρ εὐγενής, ὡς ὁ λόγος ἐγνώρισεν ἄνωθεν, ἐκ κήδους ὢν ᾠκειωμένος τοῖς Κομνηνοῖς, καὶ γὰρ ἔφθη συναφθῆναι τὴν τούτων ἀδελφὴν Εὐδοκίαν, περὶ τὴν Κῶ διατρίβων, τὰς Τούρκων δυνάμεις καὶ τοὺς Τούρκων ἄρχοντας ἑλκύσας πρὸς ἑαυτόν, περιῄει τὰς τῆς Ἀσίας πόλεις, τὰ κοκκοβαφῆ ὑποδησάμενος πέδιλα. Οἱ γοῦν πολῖται ὡς βασιλεῖ ῾Ρωμαίων σφᾶς τε αὐτοὺς καὶ τὰς πόλεις αὐτῷ παρεδίδουν. Ὁ δὲ καὶ ἄκων τοῖς Τούρκοις ἐνεχείριζεν, ὡς συμβῆναι διὰ βραχέος καιροῦ κἀκ τούτου τοῦ τρόπου πασῶν τῶν περὶ τὴν Ἀσίαν τε καὶ Φρυγίαν καὶ τὴν Γαλατίαν πόλεων κατακυριεῦσαι τοὺς Τούρκους· ξὺν στρατεύματι γοῦν πλείστῳ τὴν ἐν Βιθυνίᾳ Νίκαιαν καταλαμβάνει κἀκεῖθεν τῆς βασιλείας ἀντεποιεῖτο ῾Ρωμαίων.

Νικηφόρος Βρυέννιος, Ύλη Ιστορίας, Gautier, P. (ed.), Nicéphore Bryennios, Histoire (Corpus Fontium Historiae Byzantinae 9, Bruxelles 1975), p. 301.1-12.

The compromise between Nikephoros Melissenos and Alexios Komnenos, as being described by the latter's daughter, Anna Komnene:

ἐνόσῳ ταῦτα ἐτελεῖτο, φήμη τίς περὶ τοῦ Μελισσηνοῦ διέτρεχε φθάσαι τοῦτον μηνύουσα περὶ τὴν Δάμαλιν μεθ’ ἱκανῆς στρατιᾶς εὐφημεῖσθαί τε ὡς βασιλέα ἤδη καὶ ἁλουργὰ ἠμφιεσμένον. οἱ δὲ τῷ λεγομένῳ πιστεύειν τέως οὐκ εἶχον. τὰ δὲ κατ’ αὐτοὺς κἀκεῖνος μαθὼν πρέσβεις ταχὺ πρὸς αὐτοὺς ἐξαπέστειλεν, οἳ καὶ καταλαβόντες ἤδη τὰς πρὸς αὐτοὺς γραφὰς ἐνεχείριζον οὑτωσί πως διεξιούσας· «ὁ Θεός με μέχρι Δαμάλεως μετὰ τῆς ὑπ’ ἐμὲ στρατιᾶς ἀσινῆ διεσώσατο. μεμάθηκα δὲ καὶ τὰ ὑμῖν ξυμπεσόντα καὶ ὡς τῆς κακονοίας τῶν δούλων ἐκείνων καὶ τῶν δεινῶν καθ’ ὑμῶν ἐπιχειρημάτων Θεοῦ προμηθείᾳ ῥυσθέντες τῆς ἑαυτῶν πεφροντίκατε σωτηρίας. ἐπεὶ δὲ κἀγὼ τῇ μὲν σχέσει Θεοῦ νεύσει ἐξ ἀγχιστείας ὑμῖν προσῳκείωμαι, τῇ δὲ γνώμῃ καὶ τῇ πρὸς ὑμᾶς ἀρρήκτῳ διαθέσει οὐδενὸς τῶν καθ’ αἷμα προσηκόντων ὑμῖν ἀποδέω, ὡς ὁ τὰ πάντα κρίνων οἶδε Θεός, δέον ἡμᾶς κοινῶς σκοπήσαντας περιποιήσασθαι ἑαυτοῖς τὸ ἀσφαλές τε καὶ ἀκατάσειστον, ὅπως μὴ παντὶ ἀνέμῳ μεταφερώμεθα, ἀλλὰ καλῶς τὰ τῆς βασιλείας ἰθύνοντες ἐπ’ ἀσφαλοῦς βαίνωμεν τῆς κρηπίδος. τοῦτο δὲ πάντως ἡμῖν ἐσεῖται, εἰ Θεοῦ νεύσει τῆς πόλεως παρ’ ὑμῶν ἑαλωκυίας ὑμεῖς μὲν τὰ τῆς ἑσπέρας διεξάγοιτε πράγματα θατέρου ὑμῶν ἀναρρηθέντος, ἐμοὶ δὲ τὰ τῆς Ἀσίας ἀποκληρωθῆναι ἐκχωρήσοιτε στεφηφοροῦντι καὶ ἁλουργὰ περιβεβλημένῳ καὶ ἀναγορευομένῳ, ὡς ἔθος τοῖς βασιλεῦσιν ἐστί, σὺν τῷ ἀναρρηθέντι ἐξ ὑμῶν, ὥστε κοινὴν τὴν ἡμῶν εὐφημίαν γίνεσθαι, κἂν οἱ τόποι καὶ τὰ πράγματα ἡμῖν ἀπομεμέρισται, τήν τε γνώμην μίαν καὶ τὴν αὐτὴν εἶναι. καὶ οὕτως ἡμῶν ἐχόντων ἀστασίαστα δι’ ἀμφοῖν διεξάγοιτο ἂν τὰ τῆς βασιλείας». ταῦτα οἱ πρέσβεις ἀπαγγείλαντες ἀπόκρισιν μὲν αὐτοτελῆ τηνικαῦτα οὐκ ἐδέξαντο. τῇ δὲ μετ’ αὐτὴν μετακαλεσάμενοι τούτους διὰ πολλῶν τὸ ἀδύνατον τῶν παρὰ τοῦ Μελισσηνοῦ μηνυθέντων ἐδείκνυον, τὰ δέ γε δοκοῦντα τούτοις ἐς νέωτα γνωρίσαι αὐτοῖς ἐπηγγέλλοντο διὰ Γεωργίου τοῦ καλουμένου Μαγγάνη, ᾧ καὶ τὴν αὐτῶν θεραπείαν ἀνέθεντο. τούτων οὕτω γινομένων οὐδὲ τῆς πολιορκίας κατερρᾳθύμουν παντάπασιν, ἀλλὰ δι’ ἀκροβολισμων, ὡς ἐνόν, τῶν τειχῶν ἀπεπειρῶντο τῆς πόλεως. τῇ δὲ μετ’ αὐτὴν μετακαλεσάμενοι τούτους τὰ αὐτοῖς εἶπον δοκοῦντα. τὰ δὲ ἦν τιμηθῆναι τὸν Μελισσηνὸν τῷ τοῦ καίσαρος ἀξιώματι καὶ ταινίας ἀξιωθῆναι καὶ εὐφημίας καὶ τῶν ἄλλων, ὅσα τῷ τοιούτῳ προσήκει ἀξιώματι, δοθῆναι δὲ οἱ καὶ τὴν Θετταλοῦ μεγίστην πόλιν, ἐν ᾗ καὶ ὁ ἐπ’ ὀνόματι τοῦ μεγαλομάρτυρος Δημητρίου περικαλλὴς ναὸς ᾠκοδόμηται, ὅπου καὶ τὸ μῦρον ἐκ τῆς ἐκείνου τιμίας σοροῦ βλύζον ἀεὶ μεγίστας ἰάσεις τοῖς μετὰ πίστεως προσιοῦσι παρέχει. οἱ δὲ δυσχεραίνοντες ἐπὶ τούτοις, ἐπεὶ ἐφ’ οἷς μὲν ἔλεγον οὐκ εἰσηκούοντο, ἑώρων δὲ πολλὴν τὴν κατὰ τῆς πόλεως τοῦ ἀποστάτου παρασκευὴν καὶ παμπληθῆ τὴν ὑπ’ αὐτὸν στρατιὰν οὖσαν καὶ τὸν καιρὸν ἤδη αὐτοῖς ἀποστενούμενον, δεδιότες μὴ τῆς πόλεως ἁλούσης τεθαρρηκότες οἱ Κομνηνοὶ οὐδ’ ἅπερ νῦν ὑπισχνοῦνται θελήσωσι περατῶσαι, διὰ χρυσοβούλλου λόγου ταῦτα γενέσθαι ἐγγράφως δι’ ἐρυθρῶν βεβαιωθέντος γραμμάτων ᾐτοῦντο. κατανεύει πρὸς τοῦτο ὁ Ἀλέξιος ὁ ἀρτιφανὴς βασιλεὺς καὶ μετακαλεσάμενος εὐθὺς Γεώργιον τὸν Μαγγάνην, ὃς καὶ ὑπογραφεὺς αὐτῷ ἐχρημάτιζεν, ἀνατίθεται τούτῳ τὴν τοῦ χρυσοβούλλου γραφήν.

Άννα Κομνηνή, Αλεξιάς, Reinsch, D.R. – Kambylis A. (eds.), Annae Comnenae Alexias (Corpus Fontium Historiae Byzantinae 40, Berlin - New York 2001), pp. 75.23-77.69.

Nikephoros Melissenos as commander of a part of the imperial army in the battle of Dyrrachion (October 1081):

τὸ δὲ λοιπὸν τοῦ στρατεύματος εἰς φάλαγγας διελὼν αὐτὸς μὲν τὸ μεσαίτατον εἶχε τῆς παρατάξεως, δεξιόθεν δὲ καὶ ἐξ εὐωνύμου φαλαγγάρχας τὸν καίσαρα Νικηφόρον τὸν Μελισσηνὸν ἐπέστησε καὶ τὸν καλούμενον Πακουριάνον καὶ μέγαν δομέστικον, τὸ δὲ μεσαίτατον αὐτοῦ τὲ καὶ τῶν πεζῇ βαδιζόντων βαρβάρων ἱκανοὺς εἶχε στρατιώτας τῆς τοξείας εἰδήμονας.

Άννα Κομνηνή, Αλεξιάς, Reinsch, D.R. – Kambylis, A. (eds.), Annae Comnenae Alexias (Corpus Fontium Historiae Byzantinae 40, Berlin - New York 2001), pp. 132.94-133.4.

Alexios I assigns a mission to Nikephoros Melissenos:

καὶ δὴ μετακαλεσάμενος τοὺς στρατηγοὺς τὲ καὶ ἡγεμόνας καὶ συγγενεῖς ἅπαντας βουλῆς ἤρχετο τὴν ἑκάστου γνώμην ἀναζητῶν· εἶτα τὸ σκοπηθὲν ἀπήγγειλε. τὸ δὲ ἦν παραδοῦναι τὰ τάγματα ἅπαντα τοῖς συγγενέσιν αὐτοῦ· προεξάρχοντα δὲ τὸν Μελισσηνὸν Νικηφόρον ἐφίστησι καὶ τὸν Κουρτίκιον Βασίλειον, τὸν καὶ Ἰωαννάκην καλούμενον· ἀνὴρ δὲ οὗτος τῶν ἐπιφανῶν, περιβόητος ἐπ’ ἀνδρείᾳ καὶ στρατιωτικῇ ἐπιστήμῃ, ἐξ Ἀδριανουπόλεως ὁρμώμενος. οὐ τὰ τάγματα δὲ μόνον αὐτοῖς παραδίδωσιν, ἀλλὰ καὶ τὰ τῆς βασιλείας παράσημα ἅπαντα· ἐπέσκηπτε δὲ ποιήσασθαι τὴν παράταξιν καθ’ ὃ σχῆμα ἐν τοῖς προηγησαμένοις πολέμοις αὐτὸς παρετάττετο παραγγείλας αὐτοῖς δι’ ἀκροβολισμῶν πρότερον ἀπόπειραν τῶν ἔμπροσθεν τῶν Λατίνων ἐρχομένων ποιήσασθαι, εἶτα τὸ ἐνυάλιον ἀλαλάξαντας πανστρατὶ κατ’ αὐτῶν χωρῆσαι. ἐπὰν δὲ ὁ συνασπισμὸς γένηται καὶ εἰς χεῖρας κατ’ ἀλλήλων ἔλθωσι, νῶτα παρασχεῖν τοῖς Λατίνοις καὶ φεύγειν ἀκρατῶς ὡς πρὸς τὸ Λυκοστόμιον ὑποκρίνεσθαι.

Άννα Κομνηνή, Αλεξιάς, Reinsch, D.R. – Kambylis, A. (eds.), Annae Comnenae Alexias (Corpus Fontium Historiae Byzantinae 40, Berlin - New York 2001), p. 156.66-80.

Nikephoros Melissenos participates in the battle of Dristra against the Pechenegs (autumn 1087):

αὐτὸς δὲ κατὰ τὸ περίορθρον ἔξεισι τῆς παρεμβολῆς καὶ τὰς δυνάμεις διελὼν καὶ τὰς φάλαγγας εἰς πολέμου καταστησάμενος σχῆμα παραθέων ἐθεᾶτο τὸ στράτευμα. εἶτα τὴν μέσην τῆς παρατάξεως χώραν εἶχεν αὐτὸς συμπληρουμένην ἀπό τε τῶν ἐξ αἵματος καὶ ἀγχιστείας προσηκόντων αὐτῷ συγγενῶν καὶ τἀδελφοῦ Ἀδριανοῦ τῶν Λατίνων τῷ τότε ἡγεμονεύοντος καὶ ἑτέρων γενναίων ἀνδρῶν, τοῦ δέ γε ἀριστεροῦ κέρως κατῆρχε Νικηφόρος καίσαρ ὁ Μελισσηνὸς ὁ ἐπ’ ἀδελφῇ γαμβρὸς αὐτοῦ, κατὰ δὲ τὸ δεξιὸν ἡγεμόνες ἵσταντο ὅ τε Κασταμονίτης καὶ ὁ Τατίκιος, τῶν δὲ ἐθνικῶν ὅ τε Οὐζᾶς καὶ ὁ Καρατζᾶς οἱ Σαυρομάται.

Άννα Κομνηνή, Αλεξιάς, Reinsch, D.R. – Kambylis, A. (eds), Annae Comnenae Alexias (Corpus Fontium Historiae Byzantinae 40, Berlin - New York 2001), p. 211.42-50.

Anna Komnene
describes the participation of Nikephoros Melissenos in a family council of the Komnenoi:

συγκαθεσθέντες οὖν ἄμφω μετὰ τοῦ Μελισσηνοῦ Νικηφόρου τοῦ καίσαρος καί τινων τῶν ἐξ αἵματος καὶ ἀγχιστείας προσηκόντων αὐτοῖς μόνοι πρὸς ἀλλήλους ὡμίλουν περὶ τῶν κατὰ τοῦ Ἰωάννου ῥηθέντων. ὡς δὲ τὸν Μελισσηνὸν καὶ τὸν ἴδιον ἀδελφὸν Ἀδριανὸν κατατρέχοντας ἐσχηματισμένως τοῦ ἰδίου υἱοῦ ἑώρα, αὖθις τὸν θυμὸν παφλάζοντα μὴ δυνηθεὶς κατασχεῖν δριμὺ πρὸς τὸν Ἀδριανὸν ἀτενίσας ψιλῶσαι τὸν αὐτοῦ πώγωνα ἠπειλήσατο καὶ διδάξαι μὴ προφανῶς ψευδόμενον τοιούτων συγγενῶν ἀποστερῆσαι τὸν βασιλέα ἐπιχειρεῖν.

Άννα Κομνηνή, Αλεξιάς, Reinsch, D.R. – Kambylis, A. (eds), Annae Comnenae Alexias (Corpus Fontium Historiae Byzantinae 40, Berlin - New York 2001), p. 254.91-4.

Nikephoros Melissenos' participation in the campaign against the Cumans:

καλῶς τοίνυν παρασκευασάμενος τῆς κατὰ τῶν Κομάνων ὁδοῦ εἴχετο. ἅπαν οὖν τὸ στράτευμα μετακαλεσάμενος καὶ καταλαβὼν τὴν Ἀγχίαλον τὸν μὲν ἴδιον γαμβρὸν καίσαρα Νικηφόρον τὸν Μελισσηνὸν καὶ τὸν Παλαιολόγον Γεώργιον καὶ τὸν ἀδελφιδοῦν αὐτῷ Ἰωάννην τὸν Ταρωνίτην μεταπεμψάμενος, εἰς Βερόην ἐκπέμπει ἐφ’ ᾧ ἐπαγρυπνεῖν καὶ ἀσφάλειαν αὐτῆς τε καὶ τῶν παρακειμένων αὐτῇ ποιεῖσθαι,…

Άννα Κομνηνή, Αλεξιάς, Reinsch, D.R. – Kambylis, A. (eds), Annae Comnenae Alexias (Corpus Fontium Historiae Byzantinae 40, Berlin – New York 2001), p. 286.41-47.

The 12th century historian John Kinnamos describes the large estate of Melissenos in Dorylaeum:

ἐνταῦθα Μελισσηνῶν ποτε καίσαρι οἰκίαι τε ἐξῳκοδόμηνται λαμπραὶ καὶ κῶμαι πολυάνθρωποι ἦσαν θερμά τε αὐτόματα καὶ στοαὶ καὶ πλυνοί, καὶ ὅσα ἀνθρώποις ἡδονὴν φέρει, ταῦτα δὴ ὁ χῶρος ἄφθονα παρεῖχεν. ἀλλὰ Πέρσαι, ὁπηνίκα ἡ κατὰ ῾Ρωμαίων ἤκμαζεν ἐκδρομή, τήν τε πόλιν εἰς ἔδαφος βεβλημένην ἀνθρώπων ἔρημον παντάπασιν ἐπεποίηντο καὶ τὰ τῇδε πάντα μέχρι καὶ ἐπὶ λεπτὸν τῆς πάλαι σεμνότητος ἠφάνισαν ἴχνος.

Ιωάννης Κίνναμος, Επιτομή, Meineke, A. (ed.), Ioannis Cinnami historiarum libri septem (Bonn 1836), pp. 294.21-295.5.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>