|
|
|
|
|
Παραθέματα
|
|
The deposition of Anna Anachoutlou in Michael Panaretos' chronicle
Τῷ αὐτῷ μηνὶ ιʹ καὶ τῷ αὐτῷ ἔτει ἐστάλθη ἡ Παλαιολογίνα κυρὰ Εἰρήνη μετὰ Φράγκικον κάτεργον εἰς τὴν Πόλιν. Μηνὶ Σεπτεμβρίῳ ιʹ ἔφυγεν ὁ Σχολάρις κῦρ Νικήτας καὶ ὁ Μειζομάτης κῦρ Γρηγόριος, ὁ Δωρανίτης κῦρ Κωνσταντῖνος καὶ ὁ υἱὸς Ἰωάννης καὶ ὁ ἀδελφὸς τοῦ Μειτζομάτη Μιχαὴλ καὶ ἕτεροι ἐκ τοῦ μέρους αὐτοῦ καὶ ἀπῆλθον μετὰ Βενέτικον κάτεργον εἰς τὴν Πόλιν· οἵτινες καὶ χρονίσαντες τὰ περὶ τὸν Αὔγουστον μῆνα ιζʹ ἦλθον μετὰ Κομνηνὸν κῦρ deposituἸωάννην, τοῦ κῦρ Μιχαὴλ τὸν υἱόν, ἔχοντες δύο κάτεργα τῶν αὐτῶν καὶ τρία Γενουΐτικα, καὶ παρέλαβον τὴν Τραπεζοῦντα μηνὶ Σεπτεμβρίῳ δʹ, ἡμέρᾳ δʹ, ἔτους ͵ςωναʹ. Καὶ ἐστέφθη τῷ αὐτῷ μηνὶ Σεπτεμβρίῳ εἰς τὰ θʹ εἰς τὴν Χρυσοκέφαλον ἐν τῷ ἄμβωνι· ὅτε καὶ ἐν τῇ ἐλεύσει αὐτοῦ ἐπὶ πᾶσιν αἱ χῶραι συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ γέγονε διωγμὸς βαρὺς καὶ ἁρπαγὴ πολλή. Τότε ἐσκοτώθησαν καὶ οἱ γέγονε διωγμὸς βαρὺς καὶ ἁρπαγὴ πολλή. Τότε ἐσκοτώθησαν καὶ οἱ ἄρχοντες οἱ Ἀμυτζαντάριοι, καὶ ἡ τοῦ κῦρ Γεωργίου μήτηρ, ἡ Σαργαλή, παρεδόθη τῇ πνιγμονῇ καὶ σὺν αὐτῇ ἀπεπνίγη καὶ ἡ Ἀναχουτλοῦ, βασιλεύουσα ἔτος αʹ καὶ μῆνα αʹ καὶ ἡμέρας ηʹ.
Λαμψίδης, Ο. (ed.), «Μιχαήλ του Παναρέτου περί των Μεγάλων Κομνηνών», Aρχείον Πόντου 22 (1958), p. 67.
|
|
|
|
|
|