The Byzantine chronographer Theophanes relates the terms of the treaty of 688:
Τούτῳ τῷ ἔτει ἀποστέλλει Ἀβιμέλεχ πρὸς Ἰουστινιανὸν βεβαιῶσαι τὴν εἰρήνην, καὶ ἐστοιχήθη ἡ εἰρήνη οὕτως· ἵνα ὁ βασιλεὺς παύσῃ τὸ τῶν Μαρδαϊτῶν τάγμα ἐκ τοῦ Λιβάνου, καὶ διακωλύσῃ τὰς ἐπιδρομὰς αὐτῶν· καὶ Ἀβιμέλεχ δώσῃ τοῖς ῾Ρωμαίοις καθ’ ἑκάστην ἡμέραν νομίσματα χίλια καὶ ἵππον καὶ δοῦλον· καὶ ἵνα ἔχωσι κοινὰ κατὰ τὸ ἴσον τοὺς φόρους τῆς Κύπρου καὶ Ἀρμενίας καὶ Ἰβηρίας. καὶ ἔπεμψεν ὁ βασιλεὺς Παῦλον τὸν μαγιστριανὸν πρὸς Ἀβιμέλεχ ἀσφαλίσασθαι τὰ στοιχηθέντα, καὶ γέγονεν ἔγγραφος ἀσφάλεια μετὰ μαρτύρων. καὶ φιλοτιμηθεὶς ὁ μαγιστριανὸς ὑπέστρεψεν. καὶ πέμψας ὁ βασιλεὺς προσελάβετο τοὺς Μαρδαΐτας χιλιάδας ιβ΄, τὴν ῾Ρωμαϊκὴν δυναστείαν ἀκρωτηριάσας. πᾶσαι γὰρ αἱ νῦν οἰκούμεναι παρὰ τῶν Ἀράβων εἰς τὰ ἄκρα πόλεις ἀπὸ Μοψουεστίας καὶ ἕως τετάρτης Ἀρμενίας ἀνίσχυροι καὶ ἀοίκητοι ἐτύγχανον διὰ τὴν ἔφοδον τῶν Μαρδαϊτῶν· ὧν παρασταλλέντων, πάνδεινα κακὰ πέπονθεν ἡ ῾Ρωμανία ὑπὸ τῶν Ἀράβων μέχρι τοῦ νῦν.
De Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), p. 363.6-20.
The forced movement of Mardaites in the work of Theophanes:
Τούτῳ τῷ ἔτει ἐγένετο λιμὸς ἐν Συρίᾳ· καὶ πολλοὶ εἰσῆλθον εἰς ῾Ρωμανίαν. καὶ ἐλθὼν ὁ βασιλεὺς εἰς Ἀρμενίαν ἐκεῖ ἐδέξατο τοὺς ἐν τῷ Λιβάνῳ Μαρδαΐτας, χάλκεον τεῖχος διαλύσας.
De Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), p. 364.3-5.