Οι Αλανοί στις βυζαντινές πηγές
α. Οι Αλανοί του Καυκάσου
Βόας ὁ ποταμὸς ἔξεισιν ἄγχιστα πη τῶν Τζανικῆς ὁρίων ἐν Άρμενίοις, οἳ δὴ ἀμφὶ τὸ Φαράγγιον ᾤκηνται καὶ τὰ μὲν πρῶτα ἐν δεξιὰ ἐπὶ πλεῖστον χωρεῖ, βραχύς τε ἰὼν καὶ πόνω οὐδενὶ γινόμενος ἐσβατὸς ἅπασιν ἄχρι ἐς χῶρον, οὗ δὴ ἐν δεξιὰ μὲν Ἰβήρων τὰ ὅριά ἐστι, καταντικρὺ δὲ τελευτα ὄρος ὁ Καύκασος. ἐνταῦθα ἔθνη ἄλλα τα πολλὰ καὶ Ἀλανοί τε καὶ Ἀβασγοὶ ᾤκηνται Χριστιανοί τε καὶ Ῥωμαίοις φίλοι ἐκ παλαιοῦ ὄντες...
Προκόπιος, Υπέρ των πολέμων II 29.14· Haury, J. – Wirth. G. (επιμ.), Procopii Caesariensis opera omnia 1 (Leipzig 1962).
β. Το πέρασμα των Αλανών στην Ισπανία μαζί με τους Βανδάλους
Βανδίλοι δὲ ἀμφὶ τῆν Μαιώτιν ὠκημένοι λίμνην [Αζοφική θάλασσα], ἐπειδὴ λιμῷ ἐπιέζοντο, ἐς Γερμανούς τε, οἳ νῦν Φράγγοι καλοῦνται, καὶ ποταμὸν Ῥῆνον ἐχώρουν, Άλανοὺς ἑταιρισάμενοι, Γοτθικὸν ἔθνος. εἶτα ἐνθένδε, ἡγουμένου αὐτοῖς Γωδιγίσκλου, ἐν Ἱσπανία ἱδρύσαντο, ἣ πρώτη ἐστὶν ἐξ ὠκεανοῦ χώρα τῆς Ῥωμαίων ἀρχῆς.
Προκόπιος, Υπέρ των πολέμων ΙΙΙ 1.1-2· Haury, J. – Wirth, G. (επιμ.), Procopii Caesariensis opera omnia 1 (Leipzig 1962).
γ. Η πρεσβεία του Ιουστινιανού Β΄ στην Αλανία
ὁ οὖν Ἰουστινιανὸς [Β'] εἰ καὶ προφανῶς βλάψαι τοῦτον [ο μετέπειτα Λέων Γ΄] οὐκ ἠθέλησεν, ἀλλ’ οὖν βρόμος τις αὔτω κατ’ αὐτοῦ ἐντίθεται, καὶ ἀποστέλλει αὐτὸν ἐν Ἀλανία μετὰ χρημάτων πρὸς τὸ συγκινῆσαι τοὺς Ἀλανοὺς κατὰ Ἀβασγίας, τῶν Σαρακηνῶν ἐπικρατούντων τήν τε Ἀβαγγίαν καὶ Λαζικὴν καὶ Ἰβηρίαν. ὁ δὲ ἀπελθὼν ἐν τῇ Λαζικῇ τὰ μὲν χρήματα ἀπέθετο ἐν τῷ Φάσιδι, ὀλίγους δὲ λαβὼν τῶν ἐντοπίων ἀπῆλθεν εἰς Ἀψιλίαν, καὶ ὑπερβὰς τὰ Καυκάσια ὄρη ἦλθεν ἐν Ἀλανία. ὁ δὲ Ἰουστινιανὸς θέλων ἀπολέσαι αὐτὸν, πέμψας ἐπῆρε τὰ χρήματα ἐκ τοῦ Φάσιδος· οἱ δὲ Ἀλανοὶ τὸν σπαθάριον μετὰ πάσης τιμῆς δεξάμενοι καὶ τῶν λόγων αὐτοῦ ὑπακούσαντες εἰσῆλθον καὶ ἠχμαλώτευσαν τὴν Ἀβασγίαν.
Θεοφάνης, Χρονογραφία, de Boor, C. (επιμ.), Theophanis chronographia 1 (Leipzig 1883, ανατ. Hildesheim 1963), σελ. 391.
δ. Μαρτυρία σχετικά με την ιεραποστολική δραστηριότητα στο βασίλειο της Αλανίας
Ὁ δὲ τοῦ γράμματος ἀποκομμιστὴς [ο μοναχός Ευθύμιος] ἀπολαυσάτω τῆς σῆς ἐπιεικείας, τοῦτο μὲν διὰ τὴν προσοῦσαν αὐτῷ ἀρετήν· καὶ γὰρ ὁ ἄνθρωπος ἔστι μὲν τῶν ἐν Ὀλύμπῳ ἀσκητῶν καθοδηγούμενος, οὐ μὴν ἀλλὰ καὶ τὸν λόγον τῆς πίστεως ἐν Ἀλανοῖς οὗτος ἐν τῇ δυνάμει τοῦ παναγίου ἔσπειρε πνεύματος, καὶ ἴσα τοῖς θείοις ἀποστόλοις λειτουργῆσαι παρὰ θεοῦ ἀποκεκλήρωται.
Νικόλαος Α΄ Μυστικός, Eπιστολαί, Jenkins, R.J.H. – Westerink, L.G. (επιμ.), Nicholas I, Patriarch of Constantinople, Letters (CFHB 6, Washington, D.C. 1973), επιστ. αρ. 9.264-9.
ε. Ο Ανδρόνικος Β΄ Παλαιολόγος εποικίζει τη Μικρά Ασία με Αλανούς
Ταῦτα μὲν τοῦ ἔτους ἐκείνου γεγόνει· Ἀλανῶν δὲ μεγάθυμον ἔθνος ὡσεὶ δέκα καὶ ἓξ χιλιάδας ποσούμενον, ὧν τὸ ὑπὲρ ἥμισυ μάχιμον ἦν, ἀπολυθὲν Νογᾶ καὶ τῆς ὑπ’ ἐκείνῳ δουλείας ἐν πολέμῳ ἀπολωλότος, ἐζήτουν προσχωρεῖν βασιλεῖ, καὶ τῷ ἀρχιερεῖ προσελθόντες Βιτζίνης ἱκέτευον δι’ αὐτοῦ βασιλέα σφᾶς δέχεσθαι. ἐνόσουν γοῦν καὶ δεινῶς εἶχον τότε τὰ κατὰ ἀνατολήν, καὶ τοῦ Βιτζίνης τὴν σφῶν ἀγγέλλοντος ἱκετείαν ἕρμαιον ἐλογίζοντο ὡς καιρόνδ’ ἀπιστάντων· αὐτοὺς γὰρ εἶναι καὶ τοὺς τῷ Νογᾷ παρασπίζοντας, καὶ δι’ ὧν ἐκεῖνος τὰ μεγάλα κατώρθου. καὶ διὰ τοῦτο τὴν σφῶν ἄφιξιν θεόθεν τινὰ μηχανὴν ἡγοῦντο εὐκαίρως σχεδιασθείσαν εἰς ἀρωγήν. γράμματά τε παρ’ αὐτοὺς βασιλικὰ κατεπέμποντο, καὶ παμπληθεὶ ἐφ’ ἁμαξῶν καὶ λαμπήναις προσηυτομόλουν. καὶ βασιλεὺς ὅτι πλείστην ἐκ χωρῶν Θρᾳκικῶν τε καὶ Μακεδονικῶν τὴν ἐκείνων παρεσκευάκει σίτησιν. τοὺς δέ γε μεγιστᾶνας ἐκείνων εἰσαγαγὼν καὶ φιλοφρόνως δεξιωσάμενος, ἐκ συνδοσιῶν κοινῶν τὰ ἐκείνων ἑτοιμάσας ὀψώνια, ἔτι δὲ καὶ ἵπποις ἱκανώσας ἐκ τῶν ἰδίων στρατιωτῶν μάλιστα, τοῖς ἱκανῶς ἔχειν σφίσι δοκοῦσι παραδοὺς διασωσταῖς Ῥωμαίοις, ἐπ’ ἀνατολῆς ὥρμα. ἦν δὲ καὶ προστεταγμένον πρὸς βασιλέως αὐτοὺς κατοικίζειν τῇδε. καὶ ἦν ὁ σκοπὸς τῷ κρατοῦντι καὶ λίαν εὔελπις· εὐάγωγον γὰρ ἐμάνθανεν εἶναι τὸ ἔθνος καὶ εὐπειθὲς, πρὸς δὲ πολέμους καὶ λίαν ἀρικόν τε καὶ μάχιμον.
Παχυμέρης, Συγγραφικαί Ιστορίαι X.16, Failler, A. (επιμ.), Georges Pachymérès, Relations Historiques 4 (CFHB 24.4, Paris 1999), σελ. 337-339.