The building of the church and the first phase of its mosaic decoration under Zeno
Ναὸς ὑπάρχει ἐν Κωνσταντινουπόλει ὁ ἐπονομαζόμενος Χαλκοπρατεῖα πλησίον τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας τοῦ πατριαρχικοῦ θρόνου, εἰς Ἑβραίων συναγωγήν ποτε χρηματίζων· τοῦτον τοίνυν τὸν ναὸν πρότερον μὲν Ζήνων ὁ βασιλεὺς εἰς κάλλος καὶ μέγεθος ἀνυψώσας καὶ περικαμαρώσας τε καὶ περιοροφώσας διὰ πευκίνων καὶ κυπαρισσίνων ξύλων κατεσκεύασέ τε <καὶ> οἶκον τῆς πανσέπτου θεομήτορος Μαρίας ἐπωνόμασε κλίτη τε δεξιὰ καὶ εὐώνυμα ἐν τῇ στοᾷ προσετίθει, ἃ εἰώθαμεν λέγειν κατηχούμενα, ἐν οἷς ἀπόκειται τῶν ἱερῶν σκευῶν ἀπαλλαγή. Ἐν δὲ τοῖς τῆς καμαρώσεως τοίχοις ἐκ χρυσῶν ψηφίδων πᾶσαν ἱστορίαν ἀπό τῆς γεννήσεως τῆς θεομήτορος προσανέθηκε καὶ τῆς δι' ἡμᾶς κατὰ σάρκα ἐνανθρωπήσεως τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ τοῦ ἀληθινοῦ θεοῦ τοῦ ἐξ αὐτῆς ἡμῖν γνωρισθέντος.
Lackner, W., (ed.), «Ein byzantinisches Marienmirakel», Βυζαντινά 13.2 (1985), p. 850.
The emperor in the Theotokos of Chalkoprateia on the Annunciation day
Τοῦ δὲ πατριάρχου τὴν εὐχὴν τελέσαντος, προσκυνεῖ ὁ βασιλεὺς τὸν τίμιον σταυρὸν καὶ τὸ ἄχραντον εὐαγγέλιον, καὶ κρατήσαντες ἀλλήλων τὰς χεῖρας, διέρχονται μέσον τοῦ ναοῦ καὶ εἰσέρχονται ἐν τῇ σωλαίᾳ, καὶ ἀπέρχονται μέχρι τῶν ἁγίων θυρῶν. ἅπτων δὲ κἀκεῖσε κηροὺς καὶ εὐξάμενος, ἐπιδίδωσιν αὐτοὺς τῷ πραιποσίτῳ, καὶ εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ προσκυνήσας τὴν ἁγίαν τράπεζαν καὶ λαβὼν ἀποκόμβιον παρὰ τοῦ πραιποσίτου, τίθισιν αὐτὸ ἐν τῇ ἁγίᾳ τραπέζῃ, καὶ διὰ τῆς πλαγίας τοῦ ἀριστεροῦ μέρους ἐξελθών, εἰσέρχεται εἰς τὴν ἁγίαν σορὸν...
Reiske, J.J. (ed.), Constantini Porphyrogeniti imperatoris De Cerimoniis aulae byzantinae Ι (CSHB, Bonn 1829), p. 166.7-16.