On Studius as the donor of the Stoudios basilica
(4.) Εἰς τὸν ναὸν τοῦ Προδρόμου ἐν τοῖς Στουδίου
Τοῦτον Ἰωάννῃ, Χριστοῦ μεγάλῳ θεράποντι,
Στούδιος ἀγλαὸν οἶκον ἐδείματο· καρπαλίμως δὲ
τῶν κάμεν εὕρετο μισθόν, ἑλὼν ὑπατηίδα ῥάβδον.
Anthologia Palatina I. 4, ed. H. Beckby, Anthologia Graeca, 1 (Munich 21965), p. 122
Στούδιος, δυνάστης· ὃς καὶ τὴν περιβόητον μονὴν ἔκτισε.
ὅτι ἡ τῶν Στουδιτῶν μονὴ πρότερον καθολικῆς ἐκκλησίας, ὕστερον δὲ μετῆλθεν εἰς μονήν.
Suda, Σ 1147, ed. A. Adler, vol. 4 (Leipzig 1935), p. 438
John Geometres' Ekphrasis (description) of the Majestas Domini mosaic in the apse of Stoudios basilica
Εἰ δὲ πρὸς αὐτοὺς οὐρανοῦ τοὺς ἀστέρας,
Ἢ σφαῖραν αὐτὴν τοῦ πόλου ποθεῖς βλέπειν,
Τεῖνον σὸν ὄμμα· τμῆμα δὲ σφαίρας βλέπε
Ἄνωθεν χρυσοῦν, φῶς ἀπαστράπτον μέγα
Οὖ συνδραμοῦσα πᾶσα χροιὰ ψηφίδων,
Ὦς εἴπερ ἦν τὸ σύμπαν οὐρανοῦ πλάτος
Πάγχρους τις ἀστὴρ εἶς ἔρωτα τῶν ἄνω,
Καὶ τὸν νοητὸν κόσμον ἐν τύπῳ βλέπε.
Χριστὸς μὲν οὗτος, οὗ θρόνος λαμπρὸς πόλος.
Αὕτη δὲ Μήτηρ, ἧς μόνης ἁγνῆς Τόκος.
Οὗτος δὲ λύχνος, οὗ λόγος φῶς, καὶ τρόπος.
Οὗτοι δὲ φλόξ, νοῦς, πνεῦμα, φῶς, πῦρ
Ἐῶ Σεραφὶμ τάγματα μυριομμάτων,
Ἐῶ Χερουβὶμ ἁρμα τῶν φλογοτρόφων
Καὶ τἆλλα φρικτὰ, καὶ λέγειν τε καὶ βλέπειν.
John Geometres, In templum Studii in Carmina Varia, ed. J.A. Cramer, Anecdota graeca e codd. manuscriptis bibliothecae regiae parisiensis IV (Oxford 1841; repr. Hildesheim 1977), p. 307