Appendix 1
IK Byzantion 1 (175-171 BC)
34
[Βυ]ζαντίων. ἔδοξ[ε] τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐπ[ει]δὴ τοὶ
35
πρεσβευταὶ τοὶ ἀποσταλέντες π[οτὶ] τὸ[ν βασιλῆ]
Ἀντίοχον ἐπελθόντες ἐ̣πὶ τὰν βουλὰν [ἔφα]ν Εὔδαμον
Νίκωνος Σελ[ε]υκῆ̣ διατρίβ̣οντα παρὰ [τῶι] β[α]σιλεῖ Ἀν-
τιόχωι κοινᾶι τε ποτὶ τὸν δᾶμον [οἰκείως ἔχειν καὶ]
ἰδίαι τοῖς ἐντυνχάνουσι τῶν πολιτῶν χρείας
40
παρέχεσθαι καὶ εἰς τὸν λοιπὸν χ̣ρόνον ἐ̣παγγ[έλ]-
λεσθαι ἐπιμέλειαν ποιήσασθα̣ι̣ τ̣ᾶ̣[ς π]όλιος, δ[εδό]-
χθαι τῶι δήμωι, ἐπαινέσαι μὲν ἐπ̣[ὶ τού]τ̣οις Εὔδ[αμον]
καὶ εἶμεν αὐτὸν πρόξενον τᾶς πόλιος· δε[δόσ]-
[θ]αι δὲ αὐτῶι καὶ ἐκγόνοις καὶ εἴσπ[λουν κ]α̣ὶ ἔ̣[κπλουν]
45
κα̣ὶ πολέμου καὶ εἰράνας {ας} ἀσυλεὶ [κ]αὶ ἀ[σπονδεὶ]
καὶ ἔφοδον ἐπὶ τὰν βουλὰν καὶ τὸν δᾶμ[ον πράτωι]
μετὰ τὰ ἱερ̣ά̣· τοὺς δὲ πεντεκαίδ̣εκ̣[α καὶ τοὺς συνα]-
[γόρο]υς τᾶς βουλᾶς ἀναθέμ̣[ε]ν [αὐτοῦ τὸν τελαμῶ]να
[εἰς τὸ] ἱ[ερὸν] τ[οῦ Ἀ]πόλλ[ων]ο[ς].
50
[Βυ]ζαντίω̣ν̣. ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐ[πει]-
δὴ Φάεινος ἐπελθὼν ἐπὶ τὰν βουλὰν ἔφη Εὔδαμ̣[ον]
Νίκωνος Σελευκῆ πρότερόν τε διατελεῖν οἰκείως ἔχ̣[ον]-
τα ποτὶ τὸν δᾶμον καὶ χρείας παρέχεσθαι τᾶι τε πόλει
κοινᾶι καὶ ἰδίαι τοῖς ἐντυνχάνουσι τῶν πολιτᾶν,
55
καθάπερ αὐτὸν {ι} διαμαρτυροῦντι ταὶ πρεσβεῖαι ταὶ
ἀποσταλεῖσαι πρὸς τὸν βασιλῆ καὶ εἰς τὸν λοιπὸν
χρόνον ἐπαγγέλλεσθαι πρόθυμον ἑαυτὸν παρέ-
ξειν εἰς τὰ τᾶς πόλιος συμφέροντα, δεδόχθαι τῶι δ̣[ά]-
μωι, ἐπαινέσαι μὲν ἐπὶ τούτοις Εὔδαμον καὶ εἶμεν αὐ-
60
τὸν πολίταν κὰτ τὸν νόμον· ἐξεῖμεν δ’ αὐτῶι καὶ ποτ̣[ι]-
γράψασθαι ποτὶ τὰν ἑκατοστὺν ἅγ κε θέληι· τοὺς δ̣ὲ̣
πεντεκαίδεκα καὶ τοὺς συναγόρους τᾶς βουλᾶ̣[ς]
ἀναθέμεν αὐτοῦ̣ τ[ὸ]ν τελαμῶνα εἰς τὸ ἱερὸν τ̣[οῦ]
Ἀπόλλωνος.
Appendix 2
IK Byzantion 7, IK Byzantion 6, IK Byzantion 8A
Thrace — Byzantion (Istanbul) — 478 BC? — Athenaios XII,50,A
μνᾶμ’ ἀρετᾶς ἀνέθηκε Ποσειδάωνι ἄνακτι
Παυσανίας ἄρχων Ἑλλάδος εὐρυχόρου
Πόντου ἐπ’ Εὐξείνου, Λακεδαιμόνιος γένος, υἱὸς
Κλεομβρότου, ἀρχαίας Ἡρακλέος γενεᾶς.
Appendix 3
IK Byzantion 11, CIG 2034 — SEG 14.483
Ὀλυμπιόδωρος Μενδι-
δώρου στεφανωθεὶς
τᾶι λαμπάδι τῶν ἀνή-
βων τὰ Βοσπόρια τὸ
ἆθλον Ἑρμᾶι καὶ Ἡ-
ρακλεῖ.
Appendix 4
IK Byzantion 30 (85-96 AD)
ἀγαθῇ τύχῃ.
ἐπὶ ἱερομνάμονος
Δομιτιανοῦ Καίσαρος
Σεβαστοῦ Γερμανικοῦ
5
τὸ εʹ, μηνὸς Βοσπορίου
οἱ μύσται Διονύσου
Κάλλωνος ἐτείμησαν
τὸν εὐεργέτην ἑαυτῶν
καὶ γυμνασίαρχον Ῥοῦ-
10
φον Διοδώρου Φιλοκτε-
ρήας γυμνασιαρχήσαν-
τα πολυτελῶς καὶ καλῶς.
Appendix 5
IK Byzantion 324, MDAI(A) 36 (1911) 287,2
Ἴσιδι καὶ Σαράπιδι·
βασιλεύοντος Ῥοιμε-
τάλκου, μερα<ρ>χοῦν{Ρ}-
τος {μεραρχοῦντος} δὲ Ἀρτεμιδώ-
5
ρου τοῦ Φι<λ>οστρά-
του, ἔτους ∙ λ∙βʹ ∙ Ἀρτε-
μίδωρος Συνίστο-
ρος υἱὸς ναυαρχή-
σας τὰ μεγάλα Πλ̣[οι]-
10
αφέσια τὸν τελα-
μῶνα ἀνέθηκεν.