|
|
|
|
|
Παραθέματα
|
|
George Akropolites's account of the recapture of Constantinople by the troops of Alexios Strategopoulos
Αἴφνης οὖν ὁ Στρατηγόπουλος Ἀλέξιος ὁ καῖσαρ νυκτὸς ἐπιὼν τῇ Κωνσταντίνου προσήγγισεν. ἐπὶ δὲ μεθ' ἑαυτοῦ εἶχε καὶ ἄνδρας τινὰς ἐξωρμημένους τῆς πόλεως καὶ ἀκριβῶς εἰδότας τὰ κατ'αὐτὴν, καὶ πυνθανόμενος αὐτῶν ἐμεμαθήκει ὀπήν τινα εἶναι περὶ τὸ τείχος τῆς πόλεως, δι'ἧς ἀνὴρ ὁπλίτης δύναιτ' ἄν ἐντὸς εἰσελθῖν, μηδ' ὅλως μελλήσας τοῦ ἔργου εἴχετο. καὶ εἰσῆλθε διὰ ταύτης ἀνήρ, καὶ ἐπηκολούθησεν αὐτῷ ἕτερος, εἶτα ἐκείνῳ ἄλλος, καὶ οὕτῳ μέχρι τῶν πεντεκαίδεκα, τάχα δὲ καὶ πλείους ἄνδρες ἐντὸς εἰσήλθον τῆς πόλεως. ἐπὶ δὲ περὶ τὸ τεῖχος ἕνα εὗρον τῶν ἐμπεπιστευμένων τὴν φυλακὴν, τινὲς ἐξ αὐτῶν ἀναβάντες καὶ τῶν ποδῶν λαβόντες ἔρριψαν ἔξω τῆς πόλεως. οἱ δ' ἄλλοι ἀξίνας ἐγχειρισάμενοι καὶ τοὺς μοχλοὺς τῶν πυλῶν διαρρήξαντες ἐλευθέραν πεποίηνται τὴν εἰς τὴν πόλιν εἴσοδον τῷ στρατεύματι. οὕτῳ μὲν οὖν ὁ Στρατηγόπουλος καῖσαρ καὶ οἱ σὺν αὐτῷ πάντες Ῥωμαῖοι καὶ Σκύθαι - ἐκ τῶν τοιύτων καὶ γὰρ τὸ ὑπ' αὐτὸν συνεκεκρότητο στράτευμα - ἐντὸς τῆς πόλεως ἐγεγόνεισαν. οἱ δ' ἐντὸς τῷ αιφνιδίῳ κατασεισθέντες τοῦ πράγματος, ὡς εἶχεν ἕκαστος τὴν ἑαυτοῦ σωτηρίαν ἐπραγματεύετο. καὶ οἱ μὲν περὶ τὰ σεμνεῖα ἐβάδιζον καὶ μοναχικὰ ἐνδεδύοντο ἄμφια, ὅπως τὸν φόνον ἐκφύγοιεν, γυναῖκες δὲ εἰς ὀπὰς τειχῶν συνεστέλλοντο καὶ εἰς στοὰς σκοτεινὰς καὶ ἀποκρύφους ἐκρύπτοντο. ὁ δὲ τῆς πόλεως κατάρχων Βαλδουῖνος περὶ τὸ μέγα παλάτιον ὥρμησεν. Οἱ δὲ περὶ τὴν Δαφνουσίαν ἀπιόντες Λατῖνοι καὶ ὁ μετ' αὐτῶν ποτεστάτος, μηδέν τι τῶν γενομένων γνωρίσαντες, ἐπεὶ μὴ κατὰ τῆς νήσου Δαφνουσίας ποιῆσαί τι ἴσχυσαν - ἀντελάβετο γὰρ κἀκείνων θεός - παλίνδρομοι πρὸς τὴν πόλιν ἐπανεζεύγνυον. μέχρι μὲν οὖν τοῦ ναοῦ τοῦ ἀρχιστρατήγου τῶν ἄνω δυνάμεων Μιχαὴλ έλθόντες, τοῦ περὶ τὸν ἀνάπλουν διακειμένου, οὐδέν τι ὅλως τῶν γενομένων ἐμεμαθήκεισαν· ἐκεῖσε δὲ ἀφιγμένοι καὶ ταῦτα μαθόντες εἰς τὴν πόλιν ὥρμησαν ἐπελθεῖν. ἀλλὰ τὰ Ῥωμαϊκὰ στρατεύματα τοῦτο γνόντες πῦρ ταῖς οἰκίαις τῶν Λατίνων ἐνέβαλον παρὰ τὸν αἰγιαλὸν κειμέναις, καὶ ἐνέπρησαν ταύτας, καὶ πρῶτα μὲν τὰς τῶν Βενετικῶν, εἶτα τῶν ἄλλων γενῶν, ἃς καὶ κάμπους κατωνόμαζον. ἐπεὶ δὲ εἶδον τὴν πόλιν πυρπολουμένην οἱ τῶν Λατίνων, τὰς παρειὰς ταῖς χερσί τύψαντες, καὶ λαβόντες ὅσους ἠδύναντο ἐντὸς τῶν τριήρεων α'τῶν καὶ τῶν λοιπῶν πλοίων, ὑπεχώρησαν, μιᾶς τριήρεως εἰς τὸ μέγα παλάτιον ἀπελθούσης καὶ ἀναδεξαμένης τὸν Βαλδουῖνον ἐν χρῷ τῆς ζωγρείας γενόμενον. καὶ ταῦτα μὲν οὕτω ξυνέβη, καὶ ἡ Κωνσταντίνου προνοίᾳ θεοῦ καὶ αὖθις ὑπὸ χεῖρα τοῦ βασιλέως τῶν Ῥωμαίων ἐγένετο κατὰ λόγον δίκαιόν τε προσήκοντα, Ἰουλίου εἰκοστὴν καὶ πέμπτην ἄγοντος, οὔσης ἐπινεμήσεως τετάρτης καὶ ἀπὸ γενέσεως κόσμου ἔτους ὄντος ,ςψξθ΄, ὑπὸ τῶν ἐχθρῶν κρατουμένη χρόνους πεντήκοντα καὶ ὀκτώ.
George Akropolites, Chronike Syngraphe, επιμ. A. Heisenberg, διορθ. P. Wirth, Georgii Acropolitae Opera (Stuttgart 1978), pp. 181-3.
|
|
|
|
|
|