|
|
|
|
|
Παραθέματα
|
|
The account of the Byzantine historian Niketas Choniates of the dethronement of Patriarch Kosmas Attikos (1147):
Ὁ δὲ Κοσμᾶς ἦν μὲν τοῖς διακόνοις ἐνάριθμος, εἶχε δὲ πατρίδα τὴν Αἴγιναν, σοφίας δ’ ἁπάσης μεταλαχὼν ἐκ τοῦ τῶν ἀρετῶν ὁρμαθοῦ πλέον ηὔχει τοὐπίσημον. μάλιστα δὲ τῷ πολλῷ τῆς ἐλεημοσύνης ἐκέκαστο, ἥτις ὡς ἐν περιδερραίῳ κόσμῳ πολυτελεῖ προσπεπηγυῖα τῇ ποικιλίᾳ τῶν ἀρετῶν δίκην ἀκτινώδους λίθου ἐπάμφαινεν· οὕτω γὰρ τὸν εἰς ἀνθρώπους ἔλεον ἔρρωτο, ὡς καὶ τὸν ἐπενδύτην αὐτὸν καὶ τὸν χιτῶνα ἐνιαχοῦ τοῦ σώματος καὶ τὴν ὀθονοσκεπῆ καλύπτραν τῆς κεφαλῆς διαδιδόναι πένησι καὶ πράγματα παρέχειν τοῖς ἀφ’ ἑστίας μὴ διφῶσι μόνον αὐτά, ἀλλὰ καὶ πρὸς εὐπορίαν ἄλλων τυρβαζομένοις. Διὰ ταῦτα καὶ παρὰ πᾶσι μὲν ἦν αἰδέσιμος ὁ ἀνήρ, ὁ δὲ σεβαστοκράτωρ Ἰσαάκιος, ὁ τοῦ βασιλέως Μανουὴλ αὐθόαιμος, μόνον οὐκ ἐπέθυεν ὡς θεῷ, ἐκεῖνο θεοφιλὲς καὶ πρακτέον οἰόμενος, ὅπερ ἦν ὁ πατριάρχης ὑποτιθέμενος, κἀκεῖνο αὖθις θεομισὲς καὶ ἀπώμοτον, ὅπερ οὑτοσὶ ἀπηγόρευεν. ἡ γοῦν φατρία τῶν τότε ἀντιδόξων τῆς ἀρετῆς ἀρχιερέων καὶ τοῦ ἐργάτου ταύτης ἀντίθετος μοῖρα ἐνδιαβάλλουσι τὸν ἄνδρα τῷ βασιλεῖ ὡς τῷ ἀδελφῷ Ἰσαακίῳ τὴν βασιλείαν μνώμενον, λαθραίας τὰς προόπτους εἰς τὸ ἱερὸν ἀρχεῖον ἀνόδους τοῦ σεβαστοκράτορος ὀνομάζοντες καὶ κρυφιώδεις συσκευὰς τὰ οὐκ ἐν μυχῷ γῆς καὶ παραβύστῳ ἀλλ’ ἐφ’ ἡλίῳ συλλαλούμενα μάρτυρι. Ὁ τοίνυν Μανουὴλ νέος ὢν ἔτι καὶ αὐτάρεσκος καὶ ἄλλως ὑποβλέπεσθαι τὸν ἀδελφὸν ὑπὸ τῶν τοῦ πατριάρχου κατηγόρων ὡς βασιλειῶντα ἐναγόμενος ἀνατρέψαι τοῦτον τοῦ θρόνου ἐζήτει. κἀπειδὴ ἅπτεται Μῶμος καὶ τῶν ἀψαύστων, ὡς οἴδαμεν, καὶ ἅπας, ὡς καὶ τοῦτο ἴσμεν, εἰς τὸ κακόν τι δρᾶν προσκλινέστερος, καθαιρέσει καθυποβάλλεται ὡς τῷ μοναχῷ δήπουθεν Νίφωνι συμφρονῶν. ἦν δὲ ὁ Νίφων συνήθης μὲν τῷ πατρὶ καὶ πολλάκις ἐκ τῆς αὐτῆς τραπέζης ἑστιαθεὶς καὶ στέγης ὁμοίως μετειληχώς, διεβέβλητο δὲ ὡς οὐκ ὀρθὸς εἴη τὰ ἐς πίστιν, διὸ καὶ τὴν σχοινοτενῆ γένυν ἐκέκαρτο καὶ δεσμωτηρίῳ ἐνείρχθη παρὰ τοῦ πατριάρχου Μιχαήλ. ἦν οὖν ὁ Κοσμᾶς δι’ αὐτὸν ὑπ’ αἰτίαν ὡς ὁμόφρων τε καὶ ὁμόδοξος καὶ οἱ ἀντίδοξοι τῷ Κοσμᾷ εὐπροσώπου ταύτης ἀφορμῆς λαβόμενοι κατέτρεχον ἤδη καὶ λαμπρῶς ἐπέκειντο, κατὰ κράτος αἱρήσειν καὶ ὅλαις καθελεῖν ψήφοις αὐτὸν ἐπειγόμενοι. κρινόμενος οὖν, ἢ μᾶλλον κατακρινόμενος καὶ ἃ οὐκ ἐγίνωσκεν ἐρωτώμενος καὶ διὰ ταῦτα ἐξοστρακιζόμενος ζήλου πίμπλαται καὶ τὸ συνέδριον ἐκεῖνο περισκεψάμενος τῇ μὲν μήτρᾳ τῆς βασιλίδος ἐπιτιμᾷ μὴ παῖδα τεκεῖν ἄρρεν, ἀφορίζει δὲ καὶ τῶν περὶ τὸν βασιλέα τινὰς καὶ τὴν τότε συνελθοῦσαν εἰς αὐτοῦ καθαίρεσιν σύνοδον ὡς βασιλείους θύρας ἐκτρίβουσαν καὶ πρόσωπα λαμβάνουσαν κἀκ τούτου μὴ κανονικῶς ἀλλ’ ἀθέσμως καὶ θρόνου καὶ ποίμνης αὐτὸν ἀπελαύνουσαν.
Niketas Choniates, Chronike Diegesis, van Dieten, J.A. (ed.), Nicetae Choniatae Historia (Corpus Fontium Historiae Byzantinae 11, Berlin – New York 1975), pp. 79.88-81.31.
|
|
|
|
|
|