Purchase and foundation of the monastery by Maria Palaiologina, sister of Michael VIII
6860 [1351] octobri ind. V
Δικαίωσις τῶν μοναζουσῶν τῆς τῶν Μουγουλίων μονῆς
Φθάνει ἡ ὑψηλοτάτη δέσποινα τῶν Μουγουλίων, ἡ περιπόθητος δηλονότι αὐταδέλφη τοῦ ἀοιδίμου καὶ μακαρίτου βασιλέως, τοῦ πάππου τοῦ κρατίστου καὶ ἁγίου μου αὐτοκράτορος, κυρὰ Μαρία ἡ Παλαιολογίνα ἐκείνη, ἐξωνησαμένη... τὰ προσόντα τούτοις οἰκήματα μετὰ τῶν περικλειομένων αὐτοῖς ἑτέρων μικρῶν ὁσπητίων, ὅσα δῆτα καὶ ἦσαν, πρὸ πολλῶν ἤδη χρόνων περὶ τὴν τοποθεσίαν τοῦ Φανάρι διακείμενα, τὴν οὕτω πως τηνικαῦτα ἐπιλεγομένην, τὰ Παναγίου, μετὰ πάσης τῆς περιοχῆς καὶ νομῆς αὐτῶν... ἐπὶ τιμήματι ὑπερπύρων εὐστάθμων τετρακισχιλίων, ἐφ' ᾧ κατὰ τῶν Μουγουλίων μεταποιῆσαι ταῦτα καὶ ἱερὰν θεῷ μονὴν ἀναδείμασθαι καὶ λιμένα ψυχῶν κατὰ θεὸν προθεμένων βιοῦν... καὶ ταῖς παρ' ἑαυτῆς ἐπιμελείαις καὶ κόποις καὶ πλείστοις δή τισιν ἀναλώμασι τὴν ῥηθεῖσαν μεταποίησιν ἐποιήσατο, καὶ πρὸ παντὸς ἥδρασε καὶ ἐστήριξε περιποιησαμένη τὸν ἐκεῖ θεῖον ναὸν τῆς πανυπεράγνου δεσποίνης καὶ θεομήτορος τῆς Παναγιωτίσσης...
Miklosich, Fr. - Muller, J., Acta et diplomata Graeca medii aevi sacra et profana 1 (Wien 1851), no. 136, pp. 312-3.