Ο Θεμίστιος για "δίψα" της Κωνσταντινούπολης για νερό
[...] δίψει δὲ αὐτὴν καὶ αὐχμῷ ὁρῴη πιεζομένην καὶ ὀλίγον ἀπολιμπάνουσαν τοῦ ἀποπτῆναι αὐτῷ χρυσῷ καὶ αὐτῇ πορφύρᾳ.
Θεμίστ., Λόγ. 13, 167d, Downey, G. – Norman, A.F. (επιμ.), Themistii orationes 1 (Leipzig 1965), σελ. 240-241.
Ο Προκόπιος σχετικά με τα έργα του Ιουστινιανού Α΄ για την υδροδότηση της Κωνσταντινούπολης
Ὅπερ δὲ ὕδατος εὐπορίας περὶ ἐνταῦθα διαπεπόνηται τῷ βασιλεῖ τούτῳ αὐτίκα δηλώσω. θέρους ὥρᾳ ἡ βασιλὶς πόλις ὕδατος ὑπεσπάνιζεν ἐκ τοῦ ἐπὶ πλεῖστον, καίπερ ἐς τοὺς ἄλλους καιροὺς διαρκὲς ἔχουσα. τοῦ γὰρ καιροῦ τηνικάδε αὐχμοὺς ἔχοντος ἐλασσόνως ἢ κατὰ τὰς ἄλλας ὥρας αἱ πηγαὶ τὸ ὕδωρ ἀποβλυστάνουσαι καταδεεστέραν παρείχοντο τὴν ὀχεταγωγίαν τῇ πόλει. διὸ δὴ ὁ βασιλεὺς ἐπενόει τοιάδε. κατὰ τὴν βασιλέως στοάν, ἵνα δὴ τὰς δίκας παρασκευάζονται οἵ τε ῥήτορες καὶ εἰσαγωγεῖς καὶ εἴ τινες ἄλλοι τοῦ ἔργου τούτου ἐπιμελοῦνται, αὐλή τίς ἐστιν ὑπερμεγέθης, περιμήκης μὲν καὶ εὔρους ἱκανῶς ἔχουσα, ἐν τετραπλεύρῳ δὲ περίστυλος οὖσα, οὐκ ἐπὶ γεώδους ἐδάφους τοῖς αὐτὴν δειμαμένοις, ἀλλ’ ἐπὶ πέτρας πεποιημένη. στοαί τε τὴν αὐλὴν περιβάλλουσι τέσσαρες, κατὰ πλευρὰν ἑκάστην ἑστῶσαι. ταύτην τε οὖν καὶ τῶν στοῶν μίαν, ἥπερ αὐτῆς τέτραπται πρὸς ἄνεμον νότον, ἐς βάθους μέγα τι χρῆμα κατορύξας Ἰουστινιανὸς βασιλεύς, ἀποβαλλομένοις τῇ περιουσίᾳ κατὰ τὰς ἄλλας ὥρας τοῖς ὕδασιν ἐς θέρος ἐν ἐπιτηδείῳ θησαυρὸν ἔθετο. δεχόμενα γὰρ τὰ ἔλυτρα τάδε τοῦ ὀχετοῦ τὴν ἐπιρροὴν ὑπερβλύζοντος στενοχωρουμένοις μὲν τοῖς ὕδασι τότε χαρίζεται χώραν, ποθεινῶν δὲ αὐτῶν γινομένων ἐπὶ καιροῦ τοῖς δεομένοις παρέχεται πόρον. οὕτω μὲν μὴ προσδεῖν Βυζαντίοις ποτίμων ὑδάτων βασιλεὺς Ἰουστινιανὸς διεπράξατο.
Προκόπιος, Περί κτισμάτων I, xi.10-15, Dewing, H. B., Procopius Opera 7 (Loeb Classical Library, London 1940), σελ. 90-93.
Τα αγάλματα από τη συλλογή του Λαύσου στην περιοχή της κινστέρνας του Φιλοξένου
Ὅτι ἐν τοῖς Λαύσου ἦσαν οἰκήματα παμποίκιλα καὶ ξενοδοχεῖά τινα, ὅπου ἡ φιλόξενος ἐχορήγει τὸ ὕδωρ, ἔνθα ἔσχε τὴν κλῆσιν. ἵστατο δὲ καὶ τὸ ἄγαλμα τῆς Λινδίας Ἀθηνᾶς τετράπηχυ ἐκ λίθου σμαράγδου, ἔργον Σκύλλιδος καὶ Διποίνου τῶν ἀγαλματουργῶν, ὅπερ ποτὲ δῶρον ἔπεμψε Σέσωστρις Αἰγύπτου τύραννος Κλεοβούλῳ τῷ Λινδίῳ τυράννῳ. καὶ ἡ Κνιδία Ἀφροδίτη ἐκ λίθου λευκῆς, γυμνή, μόνην τὴν αἰδῶ τῇ χειρὶ περιστέλλουσα, ἔργον τοῦ Κνιδίου Πραξιτέλους.
Γεώργιος Κεδρηνός, Σύνοψις Ιστοριών 1, Bekker, I. (επιμ.), Georgius Cedrenus Ioannis Scylitzae ope (CSHB, Bonn 1838), σελ. 564.