Gennadius Scholarius’ answer on the matter of his “identity”:
«Τὴν μὲν οὖν γλῶτταν νῦν ἀφῶμεν σκοπεῖν. Κἀγὼ γὰρ τὴν λατινικὴν οἶδα γλῶτταν· ἀλλ’ οὐκ ἐρῶ Λατῖνος εἶναι, διὰ τὸ μὴ φρονεῖν ὡς Λατῖνοι φρονοῦσι, λέγω δέ, περὶ ὧν ἡμῖν διαφέρονται· καὶ αὖθις, Ἕλλην ὢν τῇ φωνῇ, οὐκ ἄν ποτε φαίην Ἕλλην εἶναι, διὰ τὸ μὴ φρονεῖν ὡς ἐφρόνουν ποτὲ Ἕλληνες· ἀλλ’ ἀπὸ τῆς ἰδίας μάλιστα θέλω ὀνομάζεσθαι δόξης. Καὶ εἴ τις ἔροιτό με τίς εἰμί, ἀποκρινοῦμαι χριστιανὸς εἶναι·»
Gennadius Scholarius, Refutatio erroris Judaeorum, eds. M. Jugie, L. Petit, and X.A. Siderides, Oeuvres complètes de Georges (Gennadios) Scholarios, vol. III (Paris 1930), pp. 253.