The heresy of Eleutherios of Paphlagon according to the synodal act of 1030:
Ταύτης τῆς πλάνης μετέσχε πλουσίως καὶ Ἐλευθέριος, ὃς ἐκ τῆς τῶν Παφλαγόνων ὥρμητο χώρας. Ἐπεχωρίασε δέ, ὡς μὴ ὤφειλε, τῇ τῶν Λυκαόνων ἐπαρχίᾳ, καὶ τοὺς ἁπλουστέρους ἀπατήσας, καὶ τὸν λύκον τῷ κωδίῳ περικαλύψας, καὶ εὐλαβὴς εἶναι πιστευθεὶς πειθηνίους ἔσχε πρὸς ἅπαντα. Ἔνθεν τοι καὶ μοναστήριον συστησάμενος ὃ Μωρόκαμπος ὠνόμασται —μωρὰς γὰρ κεφαλὰς ἐκτρέφει καὶ τοῦ ἐναντίου πνεύματος ὑποπίμπλησι· κάπις γὰρ ἡ κεφαλὴ παρὰ ῾Ρωμαίοις, καὶ κάπος τὸ πνεῦμα— τοὺς φοιτῶντας ὑποδεχόμενος πρὸς ἀπωλείας κατῆγε βάραθρον. Καὶ ἠγνοήθη μὲν ἐπὶ πολύ, οὐ μὴν εἰς τέλος διέλαθεν· ἐγνώσθη τε γὰρ τοῖς τῆς ἐκκλησίας προβόλοις, καὶ τῆς κοινωνίας κεχώριστο, διότι πρὸς τὴν σύνοδον μετακληθεὶς φυγὰς ὤχετο. Οὗτος τοίνυν ταῖς τῶν Μασσαλιανῶν μυσαρίαις προσεξεῦρε καὶ ἕτερα αἰσχρουργήματα. Νενομοθέτηκε γὰρ τὸν μοναχὸν δυσὶ συνευνάζεσθαι γυναιξί, καὶ χρόνον ἕνα ἐγκρατῶς ζῆν τὸν τὰ ἐκείνου τετελεσμένον, καὶ τὸ ἐντεῦθεν ἀδεῶς χρῆσθαι ταῖς ἡδοναῖς καὶ ταῖς μίξεσι, διαστέλλοντα μεταξὺ συγγενίδων καὶ τῶν ἔξωθεν οὐδαμῶς· ἀδιάφορον γὰρ εἶναι τοῦτο, καὶ οὐ κεκωλυμένον παρὰ τῆς φύσεως. Ὅθεν, οἷμαι, καὶ τοὺς πολλοὺς ἐφειλκύσατο διὰ τὸ ἄνετον καὶ πρὸς ἡδυπαθείας ἐλεύθερον. Ἀλλ’ ὁ μὲν τὰς ἁμαρτίας ἔχων προδήλους καὶ προαγούσας εἰς κρίσιν, οὐ μόνον δέ, ἀλλὰ καὶ ἐπακολουθούσας αὐτῷ, χωρεῖ πρὸς τὰ ἐκεῖθεν δικαιωτήρια· οἱ δὲ τῆς ἐκείνου λύμης σπασάμενοι ἀδιόρθωτοι μεμενήκασι, καί τοι ἔδοξαν μεταβαλεῖν τὸν τρόπον ἐπὶ Πολυεύκτου τοῦ μακαριωτάτου πατριάρχου καὶ Φωκᾶ τοῦ ἱερωτάτου μητροπολίτου Ἰκονίου, λίβελλον δόντες καὶ μεθ’ ὑποκρίσεως τὴν πλάνην ἐξομοσάμενοι, ὡς αὐτὸ ἐκεῖνο φαίνεται διαλαμβάνον τὸ τηνικαῦτα ἀπολυθὲν ὑπόμνημα καὶ ὁ λίβελλος.
Alexios Stoudites, Κρίσις συνοδική, Gouillard, J., “Quatre procès de mystiques à Byzance (vers 960-1143). Inspiration et autorité”, Revue des Études Byzantines 36 (1978), text I, 36-59.
The survival of the community of Eleutherios' followers after its condamnation by the patriarch Polyeuktos:
Ἀλλ’ ἔμεινεν ὁ Αἰθίοψ μετὰ τὴν ἔκπλυσιν, καὶ ὁ καρκῖνος πρὸς πορείαν λοξός, καὶ ὁ χαμαιλέων ἀμέτοχος τῆς λευκότητος, κἂν πάσας τὰς λοιπὰς χρόας εὐχερῶς μιμεῖται καὶ περιτίθεται. Καὶ οὗτοι πρὸς ὀρθοδοξίαν καὶ θεοσέβειαν ἀμετάβλητοι· ἐκεῖνόν τε γὰρ περιεῖπον, καὶ μετὰ θάνατον ἔνδοθεν τοῦ ναοῦ θάψαντες, καὶ ὕμνους εἰς αὐτὸν συνθέντες ᾖδον, καὶ εἰκόνας αὐτοῦ ἐτίμων, καὶ τοὺς πολλοὺς ἔπειθον τοῦτον σέβεσθαι, ἕως Κωνσταντῖνος ὁ θεοφιλέστατος μητροπολίτης Σίδης, ἱερὸς καὶ λόγιος ἀνὴρ καὶ ζηλωτὴς καλῶν ἔργων, τὴν πλάνην τούτων φωράσας ἐπὶ τὸ συνοδικὸν αὐτοὺς δικαιωτήριον εἵλκυσε καὶ διήλεγξε, τὰς ἀθέσμους αὐτῶν πράξεις παραγυμνώσας τῷ λόγῳ. Ἔφησε γὰρ ὥς ποτε θνήσεως ἐπιγενομένης τοῖς ἀλόγοις ζῴοις, μοναχός τις, ὁ τῆς αἱρέσεως ταύτης διδάσκαλος, ἀσχάλλουσι τοῖς ἀγροίκοις καὶ λυπουμένοις ἐπὶ τῇ τῶν κτηνῶν ἀπωλείᾳ συνεβούλευσε —τῆς ἀνοχῆς σου, Χριστέ— τον τίμιον σταυρὸν ἐπὶ ταῖς διεξόδοις τῶν ἐπαύλεων θεῖναι καὶ ὑπ’ αὐτῶν καταπατηθῆναι ποιῆσαι, ὡς οὕτω λῆξαι μελλούσης τῆς θεηλάτου μάστιγος. Οὗ καὶ γενομένου, ἄρδην ἀπώλοντο ἅπαντα, τῆς θείας δίκης ἐνταῦθα μὴ ἀνασχούσης ἔνθα πολλοῖς ἔμελλεν ἡ ἀνοχὴ βλάβην ἐπενεγκεῖν. Καί τισιν δὲ ἀροτριῶσι δυσὶν ἐντυχεῖν καὶ διερωτῆσαι εἰ τὰ τοῦ Ἐλευθερίου ἀσπάζονται δόγματα κἀκεῖνον σέβονται, καὶ τούτους μάλα προθύμως ὁμολογῆσαι αὐτόν τε τιμᾶν καὶ τοῖς ἐκείνου ἐγκαλλωπίζεσθαι δόγμασι. Ἄξιον δὲ κἀκεῖνο προσθεῖναι τοῖς εἰρημένοις ὃ Σέργιος ὁ περιφανέστατος πρωτοσπαθάριος καὶ ἔπαρχος, τούτων ἐξεταζομένων, διηγήσατο. Τὰς τοῦ θέματος κρίσεις τῶν Ἀνατολικῶν, φησί, διέποντός μου, ὁ ἐπίσκοπος Τζιλούγρων συνήθης μοι ἐγένετο, καί ποτε λόγου κινηθέντος περὶ τούτων, ἐκ μέσης στενάξας καρδίας, ἤρξατο λέγειν οὕτως· ἐμοί, φησί, συνήθεια ἐγένετο πρὸς τὸν Νεόφυτον καὶ συνεχῶς ἐφοίτων πρὸς αὐτόν. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν, ἔν τινι τόπῳ ἡσύχῳ ἀπολαβών με κύκλον κατὰ γῆς διαγράψας μέσον τούτου καθεστῆναι πεποίηκε, καὶ προετρέψατο τὰ πεπραγμένα ἐξομολογήσασθαι. Ἐμοῦ δὲ ὑπακούσαντος καὶ τὸ κελευσθὲν πεποιηκότος, οὗτος, ὥσπερ ἔνθους γενόμενος, διανοῖξαί μοι τὸ στόμα προσέταττεν. Ὡς δὲ τὴν αἰτίαν ἐζήτουν μαθεῖν, ἀπεκρίνατο· ἵν’ ἐντὸς τούτου πτύσαντός μου, σωματικῶς θεάσῃ ἐπί σε τὸ ἅγιον Πνεῦμα ἐρχόμενον. Ἐγὼ δέ, τὸ τοῦ ἐπιτάγματος ἄτοπον μὴ ἐνεγκών, ἀναστὰς καὶ τὰ ὦτα συσχών, ὑπεχώρησα τοῦτον καταλιπών. Ταῦτα τοίνυν παρὰ τοῦ ἐπισκόπου ἀκηκοώς, τὴν ἀναισθησίαν τῶν ἀθλίων τεθαύμακα· οὗτοι δὲ ὑπὸ τοῦ διαβόλου τοὺς τῆς καρδίας ὀφθαλμοὺς τυφλωθέντες οὐ δύνανται διαβλέψαι πρὸς τὸ τῆς ἀληθείας φῶς. Μετὰ γοῦν τινα χρόνον πρός με Γρηγορίου τοῦ καθηγητοῦ παραγεγονότος καὶ πρὸς ὁμιλίαν ἐλθεῖν ἀξιοῦντος, οὐκ ἠνεσχόμην τοῦτο ποιῆσαι, ἀλλ’ ἔφην πρὸς αὐτόν· αἱρετικοῖς ὁμιλεῖν καὶ χαῖρε διδόναι παρὰ τῆς ἐντολῆς κεκωλύμεθα· ἄπελθε τοίνυν καὶ τὸν ἀρχηγὸν τῆς κακοδοξίας τῆς ἐκκλησίας ἐκβαλών, ἐν ἐρήμῳ ῥίψον καὶ πυρὶ τὰ βιβλία τὰ εἰς αὐτὸν πεποιημένα παραδός, καὶ τὰς εἰκόνας αὐτοῦ ἀπόξεσον, καί τοτε καὶ ὁμιλίας σε ἀξιώσω καὶ παρρησίας μεταδώσω καὶ οὐκέτι ἀποστραφήσομαι. Ὑπέσχετο οὖν ὁ μοναχὸς προθύμως τοῦτο ποιῆσαι, καὶ τηνικαῦτα προσηκάμεθα αὐτόν. Ὁ δὲ μοναχὸς Γρηγόριος καὶ οἱ σὺν αὐτῷ πρὸς ταῦτα ἀντιλέγειν οὐκ εἶχον, κατετίθεντο δὲ καὶ τὸ λείψανον ἐκείνου ἐν ἑτέρῳ τινὶ ναῷ μεταθεῖναι ἐν ὄρει τυγχάνοντι, καὶ τὰ βιβλία πυρὶ παραδοῦναι καὶ τὰς εἰκόνας αὐτοῦ διαξέσθαι καὶ διδασκαλίαν αὐτοῦ ἀποστραφῆναι.
Alexios Stoudites, Κρίσις συνοδική, Gouillard, J., “Quatre procès de mystiques à Byzance (vers 960-1143). Inspiration et autorité”, Revue des Études Byzantines 36 (1978), text I, 60-109.
The condamnation of Eleutherios's heresy by the patriarch alexios Stoudites:
Ἀλλ’ ἐπεὶ μία καὶ τοῦτό ἐστιν αὐτοῖς ἐντολὴ τὸ καὶ ἀναθεματίζειν προθύμως ἐν καιρῷ περιστάσεως ὀμνύειν τε ἀδεῶς, καὶ τὸ μετάμελον ὑποκρίνεσθαι, ἔδοξε τῇ ἁγίᾳ συνόδῳ καὶ τοῖς ἐνδοξοτάτοις ἄρχουσι τῆς συγκλήτου ἀπεσταλμένοις παρὰ τοῦ γαληνοτάτου βασιλέως ἡμῶν, ἢ μεταστῆναι τοῦ μοναστηρίου καὶ ἐν ἑτέροις ἀποκαταστῆσαι ὀρθοδόξους δηλαδὴ καὶ μοναχοὺς ἔχουσιν ἢ δέξασθαι καθηγούμενον ὀρθόδοξον πρὸς τὸ τῆς ἀληθείας φῶς ὁδηγοῦντα ἀσφαλίσασθαί τε ἐν τῷ εὐαγεῖ χαρτοφυλακείῳ καὶ τὴν πλάνην ἐξομόσασθαι καὶ ἐπ’ ἐκκλησίᾳ τὸν Ἐλευθέριον ἀναθέματι καὶ τὰ τούτου καθυποβαλεῖν δόγματα, καὶ τοῦ εὐκτηρίου τὸ σῶμα αὐτοῦ ἐκβαλεῖν καὶ θάψαι καθὰ δὴ νενομισμένον ἐστί. Καὶ εἴπερ πεῖραν ἀκριβῆ δοῖεν, προϊόντος τοῦ χρόνου, τῆς ἑαυτῶν πρὸς τὸ βέλτιον ἀλλοιώσεως, δεχθῆναί τε παρὰ τῆς καθολικῆς ἐκκλησίας καὶ εἶναι κοινωνικούς, τούτου αὐτοῦ φυλαχθησομένου καὶ ἐν τοῖς λοιποῖς μοναστηρίοις ἃ κέλλια οὗτοι κατονομάζουσι ἐν διαφόροις ἐπαρχίαις τυγχάνοντα. Μελήσειε δὲ περὶ τούτου τοῖς κατὰ τὸν τόπον θεοφιλεστάτοις μητροπολίταις καὶ ἐπισκόποις· «ὁ γὰρ ἐπιστρέψας ἁμαρτωλόν, φησί, ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν». Ἄσμενοι δὲ οἱ μοναχοὶ τὰ διορισθέντα ἐδέξαντο καὶ τὸν Ἐλευθέριον ἀνεθεμάτισαν καὶ τὰ ἐκείνου μυσαρὰ δόγματα. Ἐπεὶ δέ, προφάσει τοῦ δέχεσθαι τοὺς τῶν μετανοούντων λογισμούς, πολλοὺς ἐξεπάτησαν καὶ τῆς λύμης μετέδωκαν, μὴ τοῦ λοιποῦ δέχεσθαι ἐξαγορείας ὡρίσθησαν, ἀλλὰ καὶ τοὺς τεταριχευμένους καὶ ἁγίους νομισθέντας διὰ τὸ διαμεῖναι τὰ σώματα ἀδιάλυτα, εἰς ἀπάτην τῶν ἁπλουστέρων, τῇ γῇ παραδοῦναι καὶ μηκέτι τοιοῦτό τι τολμᾶν. Τούς γε μὴν ἐκ τούτων εἰς ἱερωσύνην ἔρχεσθαι μέλλοντας, μαρτυρίας ἐπ’ αὐτοῖς προβαινούσης, κατὰ τὴν τοῦ ἀποστόλου διάταξιν, οὐ μόνον παρὰ τῶν σὺν αὐτοῖς ἀσκουμένων, ἀλλὰ καὶ παρὰ τῶν ἔξωθεν, φανερῶς χειροτονεῖσθαι παρὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου Λύστρας —ἐκείνῳ γὰρ τοῦτο ἀνατιθέαμεν— πολυπραγμονοῦντος δηλαδὴ τὰ περὶ τοῦ βίου καὶ τοῦ τρόπου αὐτῶν καὶ τῆς ὀρθότητος τῶν δογμάτων, καὶ τοῖς ἀξίοις εὑρισκομένοις χεῖρας ἐπιτιθέναι καὶ διδόναι τὸ τῆς ἱερωσύνης ἀξίωμα. Ταῦτα ἐκρίθη προκαθημένου πατριάρχου καὶ συνεδριαζόντων αὐτῷ θεοφιλεστάτων μητροπολιτῶν.
Alexios Stoudites, Κρίσις συνοδική, Gouillard, J., “Quatre procès de mystiques à Byzance (vers 960-1143). Inspiration et autorité”, Revue des Études Byzantines 36 (1978), text I, 109-140.