From the epilogue:
‘Encomium on the holy megalomartyr of Christ, Eugenios, and his companions Kanidios, Valerianos and Akylas, who were martyred in Trebizond
Χαῖρε καὶ εὐφραίνου, Τραπεζοῦς, καὶ χόρευε καὶ ἑόρταζε, τοὺς ἁγίους τούτους καὶ κατὰ γῆν ὁμοῦ τε καὶ κατὰ θάλασσαν ὑπερμαχοῦντας πλουτήσασα, καὶ οὓς τὸ πρὶν ἐφρούρεις ὡς κατακρίτους καὶ δεσμίους εἶχες ὡς ὑπευθύνους, νῦν φρουροῦντάς σε φέρουσα καὶ τοὺς σοὺς δυσμενεῖς ἀλάστορας ἐκδιώκοντας. Ἀγάλλεσθε καὶ ὑμεῖς καὶ σκιρτᾶτε, μάρτυρες, καὶ κατατέρπεσθε καὶ φαιδρύνεσθε τοιαύτην ἐκ θεοῦ τιμὴν κληρωσάμενοι. οὓς γὰρ τὸ πρότερον ὡς ὑβριστὰς ὁμοῦ καὶ διώκτας ἐφεύγετε καὶ ὄρεσι καὶ σπηλαίοις ἐκρύπτεσθε δι’ αὐτούς, τούτους ἔκτοτε καὶ μέχρι σήμερον καὶ εἰς τέλος ὑμνητὰς ὁρᾶτε καὶ πανηγυριστὰς μηδέποτε λήγοντας, καὶ οὓς ὡς κακοῦργοι ἀκλεεῖς τόπους κατεδικάζεσθε, νῦν αὐτοὺς αὐχοῦντες ὁρᾶσθε πανηγυριστήριά τε καὶ ὑμνητήρια καὶ θείου πνεύματος καταγώγια καὶ αὐτῶν τῶν ἱερῶν ἀνδρῶν οἰκητήρια, τοιαῦτα τοῦ θεοῦ καὶ τοσαύτα πρὸς ὑμᾶς τοὺς αὐτοῦ θεράποντας εὐδοκήσαντος.
Ἀλλ’ ὦ τετρὰς μαρτύρων ἀκήρατε, σὺ δέ μοι μᾶλλον τῶν ἄλλων, θεῖε μάρτυς Εὐγένιε, τοῖς βασιλεῦσιν ἡμῶν συμβασίλευε, τοῖς ἀρχιερεῦσι συμποίμαινε, τοῖς ἱερεῦσι συνιεράτευε, τοῖς ἡγουμένοις καὶ μονασταῖς συνάσκει τε καὶ συνεξουσίαζε. Τῶν πτωχῶν ἀντιποιοῦ καὶ τῶν πλουτούντων ἡμῶν μὴ ἀφίστασο, τὴν πόλιν σου ταυτηνὶ περιφύλαττε καὶ ὡς εὐεργέτης, εἰ δὲ τολμηρὸν εἰπεῖν καὶ ὡς ὀφειλέτης. μόνη γὰρ αὕτη πρὸ παντὸς ἅλλου μάρτυρος τὰ ὑμέτερα καὶ ἀνακηρύττει καὶ μεγαλύνει καὶ ταῖς δι’ ἔτους τιμᾷ πομπαῖς δὴ ταύταις καὶ πανηγύρεσι. Τὴν ποίμνην σου περιφύλαττε ταυτηνὶ τὴν τιμῶσάν σε, τὸν περιούσιον τουτονὶ θεοῦ τε καὶ σὸν λαὸν σῷζέ τε καὶ διάσῳζε ἐν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. ὅτι αὐτῷ ἡ δόξα σὺν τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ πνεύματι εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Rosenqvist, J.O. (ed. – transl.), The hagiographic dossier of St Eugenios of Trebizond in Codex Athos Dionysiou 154 (Uppsala 1996), pp. 166-169.