Σε κάθε βυζαντινό πλοίο πρέπει να επιβαίνει ένας έμπειρος κυβερνήτης
Ἁρμόζει τὸν στρατηγὸν ἔχειν μὲθ ἑαυτοῦ τοὺς γιγνώσκοντας ἀκριβῶς τὴν πείραν τῆς θαλάσσης εἰς ἢν πλέει, τὸ ποιοὶ ἄνεμοι κυμαίνουσιν αὐτὴν καὶ τὸ ποιοὶ φυσῶσιν ἀπὸ τῆς γῆς. Ἵνα δὲ γινώσκωσι καὶ τᾶς κρυπτομένας πέτρας εἰς τὴν θάλασσαν καὶ τοὺς τόπους τοὺς μὴ ἔχοντας βάθος καὶ τὴν παραπλεομένην γῆν καὶ τᾶς παρακειμένας αὐτὴ νήσους, τοὺς λιμένας καὶ τὸ πόσον ἀπέχουσι οἱ τοιοῦτοι λιμένες εἰς ἀπὸ τοῦ ἄλλου. Ἴνα δὲ γινώσκωσι καὶ τὰ χωρία καὶ τὰ ὕδατα. Πολλοὶ γὰρ ἐκ τοῦ ἔχειν ἀπειρίαν τῆς θαλάσσης καὶ τῶν τόπων ἀπώλυντο, ἐπειδὴ φυσῶσι πολλάκις ἄνεμοι καὶ σκορπίζουσι τὰ ἄπλοια εἰς ἄλλον καὶ ἄλλον τόπον. Καὶ ἁρμόζει ἵνα μὴ μόνον ὁ στρατηγὸς ἔχη τοὺς γινώσκοντας ἅπερ εἴπαμεν, ἀλλὰ καὶ ἐν ἕκαστον πλοῖον ἵνα ἔχη τὸν ταῦτα γινώσκοντα, πρὸς τὸ βουλεύεσθαι καλῶς τὸ συμφέρον.
«Νικηφόρος Ουρανός. Περί θαλασσομαχίας», § 119.1.1-3, στο Dain, A. (επιμ.), Naumachica partim adhuc inedita (Paris 1943), σελ. 93.